[ ]
Phokis — Tithora — beg. 2nd c. AD
1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Τιθόρραι Μνασία τοῦ Ξενίνου, στρα- |
ταγέοντος δὲ τῶν Φωκέων Ἐπινίκου τοῦ Νικάρχου Λιλαιέος, ἱερητεύοντος δὲ | |
τῶι θεῶι τῶι Σαράπει Δαμοκλέα τοῦ Ἐχεκράτεος, μηνὸς τρίτου, ἀπέδοντο Λ[ά]- | |
ων καὶ Λάμπρων ὁ υἱὸς αὐτοῦ, συνευδοκέοντος καὶ τοῦ πατρὸς αὐτῶν, ὁμοίως | |
5 | δὲ συνευδοκέοντος τᾶι ὠνᾶι καὶ τοῦ Τιμοξένου υἱοῦ Λάμπρωνος, καὶ Θέωνος |
τοῦ Τιμομάχου, χρήσαντος τὰν χέρα Λάωνος τοῦ Λάμπρωνος τῶι θεῶι τῶι Σαρά- | |
πει τῶι ἐν Τιθόρραι ἐπ’ ἐλευθερίαι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Σώτιμος, τὸν υἱὸ[ν] | |
Ἀρχοῦς, τιμᾶς ἀργυρίου μνᾶν πέντε. τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· θ<έ>ων Τιμο- | |
μάχου. μὴ καταδουλιξάσθω δὲ μηθεὶς Σώτιμον μηδὲ καθ’ ὁποῖον τρόπον, μή- | |
10 | τε αὐτὸν μήτε ἅ κα ἔχῃ, ἀλλὰ ἐλεύθερος ἔστω καὶ μὴ ποθεικέτω μηθενὶ μηθὲν ἔ<τ>[ι]. |
εἰ δέ τις καταδουλίζοιτο Σώτιμον, ἀποτεισάτω ἀργυρίου μνᾶς ἑξήκοντα {ποθιέρου} | |
ποθιέρους τῶι θεῶι τῶι Σαράπει. ἐξέστω δὲ καὶ προστᾶμεν τῶι θέλοντι Φωκέων ἐπὶ τῶι ἡ- | |
μίσωι, καὶ τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ δὲ ἥμισον τοῦ θεοῦ τοῦ Σαράπιος. παρ- | |
αμεινάτω δὲ Σώτιμος Λάμπρωνι τὰν ζωάν, τῶι πατρὶ Λάωνος καὶ Τιμοξένου, ποιῶν | |
15 | τὸ ἐπιτασσόμενον πᾶν· εἰ δὲ μὴ παραμε<ί>νῃ Λάμπρωνι, ἀποτεισάτω ἀργυρίου πλά- |
τη ἑβδομήκοντα, καὶ ἀγώγιμος ἔστω ποτὶ τὸ γεγραμμένον ἐπιτίμιον. διδότω δὲ Λάμπ- | |
ρων Σωτίμωι τὰν εὐσχημοσύναν. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν, τὸ δὲ ἀντίγραφον παρὰ | |
τὸν ἄρχοντα Μνασίαν. μάρτυρες· Καλλιγένης Τίμωνος, Ἀπολλώνιος Ἀπολλωνίδα, Βίων | |
Νικοδάμου. |