[ ] Phokis — Tithora — beg. 2nd c. AD
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Τιθόρραι
Ἁρμοξένου τοῦ Θεοξένου, ἱερητεύοντος δὲ τῷ
θεῶι τῶι Σαράπει Νικοδάμου τοῦ Βίωνος, μηνὸς πέμ-
πτου, ἀπέδοντο Νεοπτόλεμος Ξενοφίλου καὶ Με-
5 νέμαχος Μενεφίλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ
Νεοπτολέμου Μενεμάχου, τῶι θεῶι τῶι Σαράπει ἐπ’ ἐ-
λευθερίαι τὸν ἴδιον ἐξελεύθερον Νίκωνα τιμᾶς ἀργυρίου
μνᾶν εἴκοσι. τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Λυσίας Τιμασία̣.
μὴ καταδουλιξάσθω δὲ μηθεὶς Νίκωνα, μήτε αὐτὸν μήτε
10 τὰ ὑπάρχοντα, μηδὲ καθ’ ὁποῖον τρόπον· εἰ δέ τις καταδουλίζοι-
το, ἀποτεισάτω ἀργυρίου τάλαντον ποθίερον τοῦ Σαράπι-
ος. ἐξέστω δὲ καὶ προστᾶμεν τῶι θέλοντι Φωκέων, καὶ
τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ δὲ ἥμισον τοῦ
θεοῦ τοῦ Σαράπιος. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν
15 καὶ τὸ ἀντίγραφον παρὰ τὸν ἄρχοντα Ἁρμόξενον. μάρτυ-
ρες· Λάων Λάμπρωνος, Σώκλαρος Ἀγία, Πολύξενος Ξένω-
νος.
Search Help
Contact Us