[ ]
Phokis — Tithora — beg. 2nd c. AD
1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Τιθόρραι |
Ἁρμοξένου τοῦ Θεοξένου, ἱερητεύοντος δὲ τῷ | |
θεῶι τῶι Σαράπει Νικοδάμου τοῦ Βίωνος, μηνὸς πέμ- | |
πτου, ἀπέδοντο Νεοπτόλεμος Ξενοφίλου καὶ Με- | |
5 | νέμαχος Μενεφίλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ |
Νεοπτολέμου Μενεμάχου, τῶι θεῶι τῶι Σαράπει ἐπ’ ἐ- | |
λευθερίαι τὸν ἴδιον ἐξελεύθερον Νίκωνα τιμᾶς ἀργυρίου | |
μνᾶν εἴκοσι. τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Λυσίας Τιμασία̣. | |
μὴ καταδουλιξάσθω δὲ μηθεὶς Νίκωνα, μήτε αὐτὸν μήτε | |
10 | τὰ ὑπάρχοντα, μηδὲ καθ’ ὁποῖον τρόπον· εἰ δέ τις καταδουλίζοι- |
το, ἀποτεισάτω ἀργυρίου τάλαντον ποθίερον τοῦ Σαράπι- | |
ος. ἐξέστω δὲ καὶ προστᾶμεν τῶι θέλοντι Φωκέων, καὶ | |
τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ δὲ ἥμισον τοῦ | |
θεοῦ τοῦ Σαράπιος. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν | |
15 | καὶ τὸ ἀντίγραφον παρὰ τὸν ἄρχοντα Ἁρμόξενον. μάρτυ- |
ρες· Λάων Λάμπρωνος, Σώκλαρος Ἀγία, Πολύξενος Ξένω- | |
νος. |