[ ] Phokis — Elateia — 3rd c. BC
1              ἐπὶ Δαμοτίμωι.
               {²vacat}²
2 μάλα δὴ φθίμενόν σε κλυτὰ πατρὶς ἅδ’ Ἐλάτεια
  καλοῖσι, Δαμότιμε, κυδαίνει λόγοις.
ἐσθλὸς γὰρ καὶ ἄμωμος ἀκμαῖς ἐνὶ σώφρονος ἥβας
5   θνήσκεις δαμασθεὶς θυμὸν ὠκείαι νόσωι.
πολλάκι δ’ ἀμφὶ τεὸν μάτηρ τάφον οἰκτρὸν ἄϋσεν
  Δεξώ, στενάζουσα ὀρφανὰν τέκνου χάριν.
Search Help
Contact Us