[ ]
Phokis — Elateia — 3rd c. BC
| 1 | ἐπὶ Δαμοτίμωι. |
| {²vacat}² | |
| 2 | ἦ μάλα δὴ φθίμενόν σε κλυτὰ πατρὶς ἅδ’ Ἐλάτεια |
| καλοῖσι, Δαμότιμε, κυδαίνει λόγοις. | |
| ἐσθλὸς γὰρ καὶ ἄμωμος ἀκμαῖς ἐνὶ σώφρονος ἥβας | |
| 5 | θνήσκεις δαμασθεὶς θυμὸν ὠκείαι νόσωι. |
| πολλάκι δ’ ἀμφὶ τεὸν μάτηρ τάφον οἰκτρὸν ἄϋσεν | |
| Δεξώ, στενάζουσα ὀρφανὰν τέκνου χάριν. |