[ ] Phokis — Elateia — 2nd c. BC
1 [θ]εὸς τύχαν ἀγαθάν. ἄρχοντος Μ[— — —, γραμματεύοντος]
[δὲ τ]οῦ συνεδρίου Ἀνδροκλέο[ς, μηνὸς — — — ἐν ἐννόμῳ ἐκκ]-
λησίᾳ τῶν συνέδρων, τριακάδι· [Βερενίκα — — — καὶ — — —]
εις Ἀλκίπ<π>ου ἀφίεντι ἐλευθέρα[ν Σωσινίκαν. μὴ καταδουλιξάσθω]
5 δὲ Σω[σι]νίκαν μήτε Βερενίκα [μήτε — — —εις μηδὲ ἄλλος]
μηθεὶς μηδὲ καθ’ ὁποῖον τρόπον [μηδὲ τὰ ὑπάρχοντα αὐτοῖς].
εἰ δέ τις κατ<α>δουλίζοιτο Σωσινί[καν, ἀποτεισάτω ποθιέρους τῷ]
Ἀσσκλαπιῶι ἀργυρίου μνᾶς [— — — καὶ ὁμοίως ἐλευθέρα ἔστω Σω]-
σινίκα καὶ τὰ ἐκκ ταύτας· καὶ [ἐξέστω τῷ θέλοντι συ]-
10 λῆν καὶ προΐστασθαι αὐτᾶς καὶ [εἰς ἐλευθερίαν ἀφαιρεῖσ]-
θαι ἐπὶ τῷ ἡμίσῳ τοῦ ἐπιτιμίο[υ ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ. τὸ]
δὲ ἥμισον ποθίερον τοῦ Ἀσκλαπι[οῦ ἔστω. μάρτυρες]·
Τιμαίνετος [— — —, — — —, —]-
[— — Κ]αλλικράτεος.
Search Help
Contact Us