[ ] Phokis — Elateia
1 [θ]εὸς τύχαν ἀγαθάν.
ἄρχοντος Καλλίππου
τοῦ Ἀριστοκλέος, γραμ-
ματεύοντος δὲ τοῦ συ-
5 νεδρίου Πολυξένου τοῦ Ξε-
νοκράτεος, ψάφισμα.
μηνὸς πέμπτου πεντεκαι-
δεκάτᾳ, ἐν τοῖς συνέδροις χει-
ροσκόπος Ξενόδοκος Θεόγνιος·
10 ἔδοξε τοῖς συνέδροις, Στέφανον
τὸν ὄντα πρότερον παῖδα Λάμπ<ρ>ω-
νος ἐλεύθερον εἶμεν, καὶ τὸν ἀπε-
λευθερισμ[ὸ]ν αὐτοῦ ἀναγράψαι
[ἐ]ν τῶι ἱερῶι τᾶς Ἀθάνας τᾶς Κραναί-
15 ας ἀπό τε τοῦ Μενεκλείας κἀπὸ
τᾶς πόλιος ὀνό[μ]ατος, εἴκα καὶ ἐν τῶι
δάμῳ δόξῃ. ἔδοξε καὶ ἐν τῶι δάμωι
γενομένας ψαφοφορίας κατὰ τὸν νόμον.
δᾶμος Ἐλατέων καὶ Μενέ-
20 κλεια Λάμπρωνος ἀφίεντι
ἐλεύθερον Στέφανον τὸν ὄ[ν]-
τα π[ρότ]ερον παῖδα Λάμπρ[ωνος].
Search Help
Contact Us