[ ]
Phokis — Elateia
1 | [θ]εὸς τύχαν ἀγαθάν. |
ἄρχοντος Καλλίππου | |
τοῦ Ἀριστοκλέος, γραμ- | |
ματεύοντος δὲ τοῦ συ- | |
5 | νεδρίου Πολυξένου τοῦ Ξε- |
νοκράτεος, ψάφισμα. | |
μηνὸς πέμπτου πεντεκαι- | |
δεκάτᾳ, ἐν τοῖς συνέδροις χει- | |
ροσκόπος Ξενόδοκος Θεόγνιος· | |
10 | ἔδοξε τοῖς συνέδροις, Στέφανον |
τὸν ὄντα πρότερον παῖδα Λάμπ<ρ>ω- | |
νος ἐλεύθερον εἶμεν, καὶ τὸν ἀπε- | |
λευθερισμ[ὸ]ν αὐτοῦ ἀναγράψαι | |
[ἐ]ν τῶι ἱερῶι τᾶς Ἀθάνας τᾶς Κραναί- | |
15 | ας ἀπό τε τοῦ Μενεκλείας κἀπὸ |
τᾶς πόλιος ὀνό[μ]ατος, εἴκα καὶ ἐν τῶι | |
δάμῳ δόξῃ. ἔδοξε καὶ ἐν τῶι δάμωι | |
γενομένας ψαφοφορίας κατὰ τὸν νόμον. | |
ὁ δᾶμος Ἐλατέων καὶ Μενέ- | |
20 | κλεια Λάμπρωνος ἀφίεντι |
ἐλεύθερον Στέφανον τὸν ὄ[ν]- | |
τα π[ρότ]ερον παῖδα Λάμπρ[ωνος]. |