[ ] Phokis — Elateia — mid-3rd c. BC
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Ἀμφαρέτου τοῦ Φ[ει]-
δία, γραμματεύοντος δὲ τοῦ συνεδρίου Με[ν]ων[ί]-
δα τοῦ Διοκλέους, ἁ πόλις τῶν Ἐλατέων ἔδωκε
Ἀλέξωνι Ἀλεξαμενοῦ Οἰταίωι ἐξ [․․․]ιπου αὐτῶι καὶ
5 ἐκγόνοις προξενίαν καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρ-
χει κατὰ τὸν νόμον. ἔνγυοι τᾶς προξενίας· Ἀδαῖος,
Κλεοφῶν, Μένανδρος.
Search Help
Contact Us