[ ]
Phokis — Elateia — mid-3rd c. BC
| 1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Ἀμφαρέτου τοῦ Φ[ει]- |
| δία, γραμματεύοντος δὲ τοῦ συνεδρίου Με[ν]ων[ί]- | |
| δα τοῦ Διοκλέους, ἁ πόλις τῶν Ἐλατέων ἔδωκε | |
| Ἀλέξωνι Ἀλεξαμενοῦ Οἰταίωι ἐξ [․․․]ιπου αὐτῶι καὶ | |
| 5 | ἐκγόνοις προξενίαν καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς |
| ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρ- | |
| χει κατὰ τὸν νόμον. ἔνγυοι τᾶς προξενίας· Ἀδαῖος, | |
| Κλεοφῶν, Μένανδρος. |