[ ]
Phokis — Elateia — shortly after 196 BC
— — — | |
1 | [ἐὰν δέ τι ὑπεκ]τίθεσθαι βο[ύλω]ντ̣α[ι Βοιωτοὶ εἰς τὴν Φωκίδα ἢ] |
[Φωκεῖς εἰς Βοι]ω[τ]ίαν, ἀτέλειαν εἶναι αὐτοῖς εἰ[σάγουσί τε καὶ] | |
[ἐὰν πάλιν ἐ]ξάγωνται· ἐν δὲ τῆι χώραι διδόναι τ[ὰ τέλη — — —] | |
— — —ναιτο δίκαιον διδόναι αὐτοὺς καὶ λ[αμβάνειν — — —] | |
5 | [ἐὰν δέ τις] γίνηται ἀπὸ τῶν ὑπεκτιθεμένων κα[ρπός, ἀτελῆ εἶναι] |
[παντὸς τέλους π]αρ’ ἑκατέροις· ὑπὲρ δὲ τῶν ἄλλων ἁπάντ[ων τὰ νόμι]- | |
[μα τέλη λ]αμβάνειν Βοιωτοὺς καὶ Φωκεῖς παρ’ ἀλλή[λων — — —] | |
[— — — ἐξ]εῖναι δὲ Βοιωτοῖς καὶ Φωκεῦσι διορθώσασ[θαι — — —] | |
[— — —]#⁷ ὃ ἂν δόξηι κοινῆι ἀμφοτέροις. ὀμνύειν δὲ τὰ [ἀμφοτέρων ἀρ]- | |
10 | [χεῖα τά τε κοι]νὰ καὶ τὰ κατὰ πόλεις καθ’ ἕκαστον ἐνιαυτὸν ἐφ— — — |
— — —λην ἐπειδὰν αἱρεθῆι, τὰ μὲν Βοιωτῶν ἐν Ὀγχηστ[ῷ, τὰ δὲ Φω]- | |
[κέων ἐν Ἐ]λατείαι· ἐξορκιζέτωσαν δὲ τοὺς μὲν βοιωτάρχ[ας οἱ τῶν] | |
[Φωκέων κο]ινοὶ στρατηγοί, τοὺς δὲ στρατηγοὺς καὶ τὰ κατὰ π[όλεις] | |
[ἀρχεῖα οἱ] βοιωτάρχαι· τὸ δὲ ὅρκιον ἑκάτεροι παρεχόντων. ὅρκος· | |
15 | [ὀμνύω τ]ὸν Δία τὸμ Βασιλέα καὶ τὴν Ἥραν τὴμ Βασίλειαν καὶ τὸμ Ποσει- |
[δῶνα καὶ τὴ]ν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ἐμ[μενεῖν τῇ] | |
[συμμαχίᾳ Βο]ιωτοῖς καὶ Φωκεῦσι κατὰ τὰς ὁμολογίας ἀδόλως εἰς τὸν | |
[πάντα χρ]όνον· εὐορκοῦντι μέμ μοι εἴη πολλὰ κἀγαθά, εἰ δ’ ἐφιορκοίην, τἀ- | |
[ναντία. το]ὺς δὲ βοιωτάρχας καὶ τοὺς στρατηγοὺς ἀνα- | |
20 | [γράψαι τὴ]ν συμμαχίαν εἰς στήλην καὶ ἀναθεῖναι ἑκατέρους |
[παρ’ ἑαυτο]ῖς ἐν ἱερῶι, οὗ ἂν δοκῆι ἐγ καλλίστωι εἶναι. |