[ ]
Phokis — Elateia — 300-250 BC
1 | — — —#⁷#⁷#⁷#⁷— — — |
[— — — τὰν ὑ]πάρχουσαν Τηνίοι[ς — — —] | |
—Η[— — — δ]εδόχθαι τῶι κοινῶι Φωκέων τ[ὸ] ἱε- | |
ρὸν τοῦ [Πο]τειδᾶνος καὶ τᾶς Ἀμφιτρίτας | |
5 | ἐν Τήνωι καὶ τὰν νᾶσον ἄσυλα εἶμεν, κα[ὶ] |
ἐν τὰν κατασκευὰν τοῦ ναοῦ τοῦ θεοῦ ἐπ̣ὶ | |
μὲν τ[ο]ῦ̣ παρόντος [δ]όμεν πέντε μ[ν]ᾶς, ὕσ- | |
τερον δέ, γενομένων Φωκεῦσι τῶν πραγμάτω[ν] | |
καὶ τοῦ πολέμου κατὰ λόγον, ἀποστεῖλαι | |
10 | καταξίως τῶν θεῶν καὶ τᾶς ὑπαρχούσας |
οἰκειότατος ποτὶ Τηνίους. ἐπαινέσαι δὲ καὶ | |
τὰν πόλιν Τηνίων, ὅτι τοῦ τε ἱεροῦ τὰν ἐπιμέ- | |
λειαν ποιεῖνται καὶ τὰν ποτὶ Φωκεῖς οἰκειότα- | |
τα ἀνανεοῦνται, καὶ εἶμεν Την̣ίοις ἰσοπολι- | |
15 | τείαν πᾶσι δεδομέναν ἐμ Φωκεῦσι. δόμεν |
δὲ καὶ Θεστίαι Διαίτου τῶι θεαρῶι μ[ν]ᾶν, καὶ ἐ[πὶ] | |
ξένια καλεσάντων αὐτὸν τοὶ φ[ω]κάρχαι. ἀν[α]- | |
γράψαι δὲ καὶ ἐν στάλας τρεῖς τὸ ψάφισμα, κ[αὶ] | |
ἀναθέμεν τὰν μὲν ἐν τῶι ἱερῶι τᾶς [Ἀ]θάνας | |
20 | ἐν Κράναις, τὰν δὲ ἐν τᾶι ἀγορᾶι ἐν Ἐλατεί[αι], |
τὰν δὲ ἐν Δελφ[ο]ῖς· τὸ δὲ ἀνά[λ]ωμα δόμεν τ[οὺς] | |
φωκάρχας, καὶ τοὺς ἀρ[τ]ιστῆρας θέσθα[ι]. | |
{²vacat}² |