[ ]
Phokis — Elateia — 300-250 BC
| 1 | — — —#⁷#⁷#⁷#⁷— — — |
| [— — — τὰν ὑ]πάρχουσαν Τηνίοι[ς — — —] | |
| —Η[— — — δ]εδόχθαι τῶι κοινῶι Φωκέων τ[ὸ] ἱε- | |
| ρὸν τοῦ [Πο]τειδᾶνος καὶ τᾶς Ἀμφιτρίτας | |
| 5 | ἐν Τήνωι καὶ τὰν νᾶσον ἄσυλα εἶμεν, κα[ὶ] |
| ἐν τὰν κατασκευὰν τοῦ ναοῦ τοῦ θεοῦ ἐπ̣ὶ | |
| μὲν τ[ο]ῦ̣ παρόντος [δ]όμεν πέντε μ[ν]ᾶς, ὕσ- | |
| τερον δέ, γενομένων Φωκεῦσι τῶν πραγμάτω[ν] | |
| καὶ τοῦ πολέμου κατὰ λόγον, ἀποστεῖλαι | |
| 10 | καταξίως τῶν θεῶν καὶ τᾶς ὑπαρχούσας |
| οἰκειότατος ποτὶ Τηνίους. ἐπαινέσαι δὲ καὶ | |
| τὰν πόλιν Τηνίων, ὅτι τοῦ τε ἱεροῦ τὰν ἐπιμέ- | |
| λειαν ποιεῖνται καὶ τὰν ποτὶ Φωκεῖς οἰκειότα- | |
| τα ἀνανεοῦνται, καὶ εἶμεν Την̣ίοις ἰσοπολι- | |
| 15 | τείαν πᾶσι δεδομέναν ἐμ Φωκεῦσι. δόμεν |
| δὲ καὶ Θεστίαι Διαίτου τῶι θεαρῶι μ[ν]ᾶν, καὶ ἐ[πὶ] | |
| ξένια καλεσάντων αὐτὸν τοὶ φ[ω]κάρχαι. ἀν[α]- | |
| γράψαι δὲ καὶ ἐν στάλας τρεῖς τὸ ψάφισμα, κ[αὶ] | |
| ἀναθέμεν τὰν μὲν ἐν τῶι ἱερῶι τᾶς [Ἀ]θάνας | |
| 20 | ἐν Κράναις, τὰν δὲ ἐν τᾶι ἀγορᾶι ἐν Ἐλατεί[αι], |
| τὰν δὲ ἐν Δελφ[ο]ῖς· τὸ δὲ ἀνά[λ]ωμα δόμεν τ[οὺς] | |
| φωκάρχας, καὶ τοὺς ἀρ[τ]ιστῆρας θέσθα[ι]. | |
| {²vacat}² |