[ ] Phokis — Elateia — 300-250 BC
1 — — —#⁷#⁷#⁷#⁷— — —
[— — — τὰν ὑ]πάρχουσαν Τηνίοι[ς — — —]
—Η[— — — δ]εδόχθαι τῶι κοινῶι Φωκέων τ[ὸ] ἱε-
ρὸν τοῦ [Πο]τειδᾶνος καὶ τᾶς Ἀμφιτρίτας
5 ἐν Τήνωι καὶ τὰν νᾶσον ἄσυλα εἶμεν, κα[ὶ]
ἐν τὰν κατασκευὰν τοῦ ναοῦ τοῦ θεοῦ ἐπ̣ὶ
μὲν τ[ο]ῦ̣ παρόντος [δ]όμεν πέντε μ[ν]ᾶς, ὕσ-
τερον δέ, γενομένων Φωκεῦσι τῶν πραγμάτω[ν]
καὶ τοῦ πολέμου κατὰ λόγον, ἀποστεῖλαι
10 καταξίως τῶν θεῶν καὶ τᾶς ὑπαρχούσας
οἰκειότατος ποτὶ Τηνίους. ἐπαινέσαι δὲ καὶ
τὰν πόλιν Τηνίων, ὅτι τοῦ τε ἱεροῦ τὰν ἐπιμέ-
λειαν ποιεῖνται καὶ τὰν ποτὶ Φωκεῖς οἰκειότα-
τα ἀνανεοῦνται, καὶ εἶμεν Την̣ίοις ἰσοπολι-
15 τείαν πᾶσι δεδομέναν ἐμ Φωκεῦσι. δόμεν
δὲ καὶ Θεστίαι Διαίτου τῶι θεαρῶι μ[ν]ᾶν, καὶ ἐ[πὶ]
ξένια καλεσάντων αὐτὸν τοὶ φ[ω]κάρχαι. ἀν[α]-
γράψαι δὲ καὶ ἐν στάλας τρεῖς τὸ ψάφισμα, κ[αὶ]
ἀναθέμεν τὰν μὲν ἐν τῶι ἱερῶι τᾶς [Ἀ]θάνας
20 ἐν Κράναις, τὰν δὲ ἐν τᾶι ἀγορᾶι ἐν Ἐλατεί[αι],
τὰν δὲ ἐν Δελφ[ο]ῖς· τὸ δὲ ἀνά[λ]ωμα δόμεν τ[οὺς]
φωκάρχας, καὶ τοὺς ἀρ[τ]ιστῆρας θέσθα[ι].
                {²vacat}²
Search Help