[ ] Phokis — Hyampolis — 98-117 AD
1 [ἄρχον]τος ἐν Ὑαμπόλι Σωτήρου
— — —ς, μηνὸς ὀγδόου, Βουβαστίοις,
Ζ<ω>[σί]μα Ζωσᾶ ἀφί<η>τι τὰν ἰδίαν δού-
λαν Ἰσόχρυσον ἐλευθέραν ἀπὸ τᾶς σά-
5 μερον ἁμέρας, παρόντος Ἐπικτήτου {τοῦ}
τοῦ Σωσικράτους, τοῦ ἱερέως τοῦ Σαράπιδος
καὶ τῆς Εἴσιδος, ἐνώπιον τῶν προγεγραμ-
μένων θεῶν καὶ τοῦ Σεβαστοῦ Τραγιαν[οῦ]
Καίσαρος Γερμανικοῦ, μηθενὶ μηδὲν πο-
10 θήκουσαν, παραμείνασαν αὐτῇ τὸν τῆς ζοῆς
χρόνον ἀνενκλήτως. εὔ̣χομ̣αι <ἅ>παντι κρι-
τῇ καὶ παντὶ δικαιοδότῃ φυλάξαι μου τὴν
βούλησιν. εἰ δέ τις τοῦ προγεγραμμένου σώ-
ματος [πιλά]<β>οιτο, ἀποτεισάτω τοῖς προγε-
15 γραμμένοις θεοῖς ἀργυρίου μνᾶς τριάκοντα,
καὶ τὸ μν ἥμισον ἔστω τῶν προγεγραμμέ-
νων θεῶν, τὸ δὲ ἥμισον τοῦ προστάντος αὐτᾶς·
ἐξέστω δὲ προστῆναι τῷ θέλοντι. μάρ-
τυρες· οἱ θεοί.
Search Help
Contact Us