[ ] Phokis — Abai — 208 BC
1 βασιλεὺς Φίλιππος
Ἀβαίων τῶι κοινῶι
χαίρειν· οἱ παρ’ ὑμῶν
πρεσβευταί, Ἀμεινίας,
5 Παγχαρίδας, Σώτιμος,
Ἀρχέδαμος, Εὐάνωρ, Ἀρχί-
ας, Νικόβουλος, ἀποδόν-
τες τὸ ψήφισμα διελέγη-
σαν, ὅπως ὑπάρχηι ὑμῖν
10 τῆς ἱερᾶς χώρας ἡ ἀτέλε[ια]
καθὰ καὶ πρότερον· καὶ διὰ
τὸν θεὸν οὖν καὶ ὑμῖν βουλό-
μενος χαρίζεσθαι γέγρα-
[φ]α τῶι Ἡρακλείδηι μὴ ἐνο-
15 [χ]λεῖν ὑμᾶς· ἔρρωσθε.
[ἔ]τους γʹ καὶ ιʹ, Ὑπερβερεταίου.
16a {²vss. 17-19 ab otioso homine ludibrii causa leviter insculpti:}²
17                       #⁷
                      #⁷Ι
                      #⁷ΟΥ
Search Help
Contact Us