[ ] Phokis — Daulis
1            [θε][ς τύχαν ἀγαθά]ν.
ἄρχοντος ἐν Δαυλίᾳ Νικ[— — — τοῦ — — —, βουλαρχέ]-
οντος Φίλωνος τοῦ Γνώ[τ]ω[νος, — — —]
[Κ]άλ<λ>ω[ν] Μ<ν>ασία, Δα<μὼ> Φίλωνος Δαυλιεῖς νοέ̣οντες καὶ [φ]ρονέοντες
5 ἀνέθηκαν τᾷ Ἀθάναι τᾶι Πολιάδι ἃ̣ ἐξεθρέ[ψ]αντο σώ<μ>ατα, οἷς ὀνόματά
ἐσστι Σωσικράτης, Ἐπί<κ>τ]ησ<ι>ς, Δ<ιό>δωρος, Μνασ— — —, — — —τήρ.
το[ύτ]ους ἐλευθέρους εἶμεν πάντας τοὺς <ἰδ>ίους [θ]ρε[π]τούς. μὴ κατα-
δουλιξάσστω δὲ μηθεὶς τούτους, οὓς ἀνέθηκε Κάλλων καὶ Δαμ<ὼ> [τᾷ]
Ἀθάναι τᾶι Πολιάδι, μηδὲ καθ’ ὁποῖον τρόπον. εἰ δέ τις καταδουλίζοι-
10 [το] οὓς ἀνατεθέκαντι Κάλλων καὶ Δαμὼ <ἢ> τὰ ὑπάρχοντα τούτ[ων]
[ἢ] τ̣ὰ γενόμενα [τ]έ<κ>να ἐκ τούτων {ἢ τὰ γενόμενα τέ<κ>να ἐκ τούτων}, ἔσ-
στωσαν ἐλεύθεροι. ἐξέστω <δὲ> τῷ θέλοντι προΐστασθαι Φωκέων ἀνυπ[ο]-
δίκωι ἐόντι καὶ ἀνυπευθύνῳ πάσας δίκας καὶ ζαμίας. <εἰ δέ τις ἐπιλαμβάνοιτο> ἢ καταδουλί-
[ζ]οιτο ——ἢ αὐτοὺς ἢ τὰ ἐκ τούτων—— τοὺς ἀνατεθεμένους ὑπὸ Κάλλωνος
15 καὶ Δαμῶς, ἀποτεισάτω τᾶ[ι] Ἀθάναι καὶ τῶι προστάντι ὑπὲρ τοὺς ἀνατε-
θεμένους καθ’ ἕκαστον ἀργυρίου μνᾶς δέκα, καὶ τὸ μὲν ἥμισον ἔσστω
τᾶς Ἀθάνας, τὸ δὲ ἥμισον ἔσστω τοῦ προσστάντος. παρμει[νάτ]ω[σαν]
δὲ παρὰ Κάλλωνα Μνασία καὶ Δαμῶν Φίλωνος Δαυλιέ<α>ς οἱ ἀνατεθεμένοι π[ο]-
[ι]οῦντες τὸ ποτι[τ]α[σ]σόμενον πάντες πᾶν τὸ δ[υ]νατόν· εἰ δὲ μὴ ποι<έ>οιε̣[ν, κύριοι]
20 [ἐ]όντ<ω>σαν ἐπιτειμέοντες τρόποι οἷ κα θέλωντι. [παρμεινάτωσαν δὲ παρ’ αὐτούς, ἇς]
κα αὐτοὶ <ζ>ώ<ω>ντι Κάλλων καὶ Δαμώ· ἐπεί κα δὲ οὗτοι ἀποθάνωντι, Κ[άλ]-
λων Μνασία καὶ Δαμὼ Φίλωνος, τοὺς ἀνέθηκαν τᾶι Ἀθάναι ἐλευθέρους [εἷ]-
μεν πάντας. τ<ὸ> ἀν<τίγ>ραφον τᾶς ἀναθέσ<ι>ος παρὰ τὸν Σάραπιν <καὶ τὸν> ἱ<ε>ρ[α]τε[ύ]-
{τ}ον<τα> {²⁶ἱερατεύοντα}²⁶ τῶι Σαράπει ἐν Δαυλίαι. Πάτρωνος τοῦ Μνασ[ία] ἱερατέως. μάρτυρες· Ἀ[ρι]-
25 στόβουλος Θοινία, Κάλλων Τιμαγόρου Δαυλιεῖς, Πάμφιλος Φίλωνος Τιθορε[ύς].
Search Help
Contact Us