[ ] Phokis — Stiris — 200-150 BC
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Στείρι
Κάλλωνος τοῦ Ἀγήσωνος, ‵μη′νὸς τετάρ-
του, Πραξίας Θέωνος ἀφίητι ἐλευθέρους ‵ΙΔΙΑΠ′(?) Εὔπραξιν
καὶ τὸ ἐξ αὐτᾶς παιδάριον, ᾧ ὄνομα Δωρίων. μὴ κα-
5 ταδουλιξάσθω δὲ αὐτοὺς μηθεὶς μηδὲ καθ’ ὁποῖ-
ον τρόπον, οἳ καὶ παραμεινάτωσαν Πραξίᾳ καὶ τᾷ γυ-
ναικὶ αὐτοῦ Ἀφροδισίᾳ, ἕως ἂν ζῶντι, καὶ θαψάντω καὶ τ[ὰ]
ὥ<ρ>ια αὐτῶν ποιησάτωσαν· εἰ δὲ μὴ θάψωντι καὶ ποιήσω[ν]-
τι τὰ ὥρια αὐτῶν, καθὼς προγέγραπται, ἀτελὴς ἔστω ἁ ἀ-
10 νάθεσις καὶ ποταποτισάτωσαν ἀργυρίου μν-
ᾶς τριάκοντα. εἰ δέ τις ἐπιλανβάνοιτο αὐτῶ-
ν ἢ καταδουλίζοιτο, ἅ τε γενηθ<ε>ῖσα δουλαγω-
GI/A AU)TW=N A)/KUROS KAI\ A)REME/NA {26A)RME/NA}26 E)/STW KAI\ POTA-
ποτι‵σά′τω ὁ καταδουλιζόμενος μνᾶς τριάκοντα,
15 [κα]ὶ τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ
[δὲ] ἥμισον τοῦ Ἀσσ<κ>λαπιοῦ {²⁶Ἀσκλαπιοῦ}²⁶. ἐξέ<σ>τω δὲ προστ-
[ᾶ]μεν ὑπὲρ <α>ὐτοὺς τὸν θέλοντα Φωκέων.
Search Help