[ ]
Phokis — Stiris — 200-150 BC
| 1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Στείρι |
| Κάλλωνος τοῦ Ἀγήσωνος, ‵μη′νὸς τετάρ- | |
| του, Πραξίας Θέωνος ἀφίητι ἐλευθέρους ‵ΙΔΙΑΠ′(?) Εὔπραξιν | |
| καὶ τὸ ἐξ αὐτᾶς παιδάριον, ᾧ ὄνομα Δωρίων. μὴ κα- | |
| 5 | ταδουλιξάσθω δὲ αὐτοὺς μηθεὶς μηδὲ καθ’ ὁποῖ- |
| ον τρόπον, οἳ καὶ παραμεινάτωσαν Πραξίᾳ καὶ τᾷ γυ- | |
| ναικὶ αὐτοῦ Ἀφροδισίᾳ, ἕως ἂν ζῶντι, καὶ θαψάντω καὶ τ[ὰ] | |
| ὥ<ρ>ια αὐτῶν ποιησάτωσαν· εἰ δὲ μὴ θάψωντι καὶ ποιήσω[ν]- | |
| τι τὰ ὥρια αὐτῶν, καθὼς προγέγραπται, ἀτελὴς ἔστω ἁ ἀ- | |
| 10 | νάθεσις καὶ ποταποτισάτωσαν ἀργυρίου μν- |
| ᾶς τριάκοντα. εἰ δέ τις ἐπιλανβάνοιτο αὐτῶ- | |
| ν ἢ καταδουλίζοιτο, ἅ τε γενηθ<ε>ῖσα δουλαγω- | |
| γία αὐτῶν ἄκυρος καὶ ἀρεμένα {²⁶ἀρμένα}²⁶ ἔστω καὶ ποτα- | |
| ποτι‵σά′τω ὁ καταδουλιζόμενος μνᾶς τριάκοντα, | |
| 15 | [κα]ὶ τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ |
| [δὲ] ἥμισον τοῦ Ἀσσ<κ>λαπιοῦ {²⁶Ἀσκλαπιοῦ}²⁶. ἐξέ<σ>τω δὲ προστ- | |
| [ᾶ]μεν ὑπὲρ <α>ὐτοὺς τὸν θέλοντα Φωκέων. |