[ ] Phokis — Stiris — 2nd c. BC
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Τιμοκράτεος, ἀφίητι Καλλι-
[ώνυ]μος Δωροθέου, Ἀντιδώρα Λάμπου τὰ ἴδια σώματα ἐλεύ-
[θερα, Φι]λό[φ]ρο[να], Σωσίχαν, Παρμενίωνα, Ῥόδαν, καὶ παρακατατί-
[θεντι] παρὰ τοὺς θεοὺς καὶ τὸν Ἀσκλαπιὸν καὶ τοὺς πολίτας καὶ
5 [τοὺς] Φωκεῖς. εἰ δέ τίς κα καταδουλίζηται, ἀποτεισάτω ἀργυρίου
[ἑκάσ]του σώ[μα]τος μνᾶς δεκαπέντε τῷ προστάντι· τούτου δὲ
[τὸ] ἥμισυ [πο]θίερον ἔστω τοῦ Ἀσκλαπιοῦ. προϊστάσθω δὲ ὁ θέλων.
[πολι]τε[υόν]θω δέ, εἷ κα αὐτοὶ θέλων<θ>ι. περὶ δὲ τῶν πρότερον ἀφειμέ-
[νων ἐλε]υθέρων ὑπὸ τῶν προγόνων αὐτῶν ἁ αὐτὰ ζαμία ἔστω.
Search Help
Contact Us