[ ] Phokis — Stiris — shortly bef. 170 BC
A.1 [θ]εὸς τύχαν ἀγα-
[θ]άν. στραταγέοντος
[τ]ῶν Φωκέων Ζευξίου,
[μ]ηνὸς ἑβδόμου, ὁμολο[γ]-
5 [ί]α τᾷ πόλει Στειρίων καὶ
[τᾷ] πόλει Μεδεωνίων· συ[ν]-
[ε]πολίτευσαν Στείριοι κα[ὶ]
[Μ]εδεώνιοι ἔχοντες ἱερά, πό-
[λι]ν, χώραν, λιμένας, πάντα
10 [ἐ]λεύθερα, ἐπὶ τοῖσδε· εἶμεν
[τ]οὺς Μεδεωνίους πάντας
[Σ]τιρίους ἴσους καὶ ὁμοίους,
καὶ συνεκλησιάζειν καὶ συ-
ναρχοστατεῖσθαι μετὰ τᾶς
15 [πό]λιος τᾶς Στιρίων, καὶ δικά-
[ζ]ειν τὰς δίκας τὰς ἐπὶ πόλι-
[ο]ς πάσας τοὺς ἐνικομένους
[τ]αῖς ἁλικίαις. ἱστάνθω δὲ κα[ὶ]
[ἱ]εροταμίαν ἐκ τῶν Μεδεω-
20 [ν]ίων ἕνα, τὸν θυσέοντα τὰς
θυσίας τὰς πατρίους Μεδεων-
[ί]οις, ὅσαι ἐντὶ ἐν τῷ πολιτικῷ νόμ[ῳ],
[μ]ετὰ τῶν ἀρχόντων τῶν στα-
[θ]έντων ἐν Στίρι. λανβανέτω
25 [δ]ὲ ὁ ἱεροταμίας ἀρέσμιον ὃ τοὶ
[ἄ]ρχοντες ἐλάμβανον ἡμι-
[μ]ναῖον, καὶ τῶν χοῶν τὸ ἐπ[ι]-
[β]αλὸν τῶι ἱεροταμίαι. συνδι-
[κ]άξει δὲ ὁ ἱεροταμίας μετὰ
30 [τ]ῶν ἀρχόντων τὰς δίκας ἃς
[τ]οὶ ἄρχοντες δικάζοντι, καὶ
[κ]λαρώσ<ε>ι τὰ δικαστήρια, ἅ κα
δέῃ κλαρώειν, μετὰ τῶν ἀ[ρ]-
χόντων. μὴ ἔστω δὲ ἐπάναγ-
35 [κ]ες λειτουργεῖν τοὺς Μεδε-
ωνίους ἐν Στίρι τὰς ἀρχάς, ὅσοι
γεγένηνται ἐν Μεδεῶνι ἄρ-
χοντες, ξενοδίκαι, πρακτῆρες,
δαμιουργοί, ἱερεῖς, ἱεράρχαι, καὶ
40 τᾶν γυναικῶν ὅσαι ἱερητεύ-
κατι, εἰ μή τις ἑκὼν ὑπομένοι.
ἱστάνθων δὲ ἐκ τῶν ἀλειτου-
ργήτων τῶν Μεδεωνίων κ-
αὶ ἐκ τῶν Στιρίων, δαμιουρ-
45 [γ]εόντων δὲ καὶ τὰ ἐν Μεδε-
[ῶνι ἱ]ερά, καθὼς ὁ πολιτικὸς νό-
μος κελεύει. καὶ τὰν χ[ώ]-
[ραν] τὰν Μεδεωνίαν εἶμεν
[π]ᾶσαν Στιρίαν καὶ τὰν Στι-
50 ρίαν Μεδεωνίαν κοινὰν π[ᾶ]-
[σα]ν. κοινωνεόντω δὲ οἱ Μεδε-
[ώ]νιοι τᾶν θυσιᾶν τᾶν ἐν Στί-
[ρι] πασᾶν, καὶ τοὶ {τοὶ} Στίριοι τᾶν ἐν Με-
δεῶνι πασᾶν. μὴ ἐξέστω δ-
55 ὲ ἀποπολιτεύσασται τοὺ[ς]
Μεδεωνίους ἀπὸ τῶν Στιρί-
[ω]<ν> μηδὲ τοὺς Στιρίους ἀπὸ
[τ]ῶν Μεδε[ωνί]ων· ὁπότεροι
[δ]έ κα μὴ ἐμμείνωντι ἐν τοῖ-
60 [ς] γεγραμμένοις, ἀποτει-
σάντων τοῖς ἐμμεινά[ν]-
τοις ἀργυρίου τάλαν-
τα δέκα.
B.64 [— — — π]οιεόντων.
65 [γ]ραψάντων δὲ τὰν ὁμ[ο]-
λογίαν ἐν στάλαν καὶ ἀν[αθέ]-
ντων ἐν τὸ ἱερὸν τᾶς Ἀ[θάν]-
ας. θέστων δὲ τὰν ὁμο[λογί]-
αν καὶ παρὰ ἰδιώταν ἐσ[φρα]-
70 γισμέναν. ἁ ὁμολογία π[αρὰ]
Θράσωνα Λιλαιέα. μάρ[τυ]-
ρες· Θράσων Δαματρίου Ἐ-
λατεύς, Εὐπαλίδας Θρά-
σωνος Λιλαιεύς, Τιμο-
75 κράτης Ἐπινίκου Τιθοῤῥε-
ύς. δόντων δὲ τοὶ Στίριοι
τᾷ φατρίᾳ τῶν Μεδεωνί-
ων ἐν ἐτέοις τεττάροις
ἀργυρίου μνᾶς πέντε κα[ὶ]
80 [τ]όπον τὰν καλειμέναν
․α[․․]τρείαν.
Search Help
Contact Us