[ ] Att. — stoich. 54 — 347/6
1 [θ]εο[ί].
[σ]υνγραφαὶ τῆς σκευοθήκης τῆς λιθίνης τοῖς κρεμαστοῖς σκεύεσιν
Εὐθυδόμου Δημητρίου Μελιτέως, Φίλωνος Ἐξηκεστίδου Ἐλευσινίου.
σκευοθήκην οἰκοδομῆσαι τοῖς κρεμαστοῖς σκεύεσιν ἐν Ζείαι ἀρξά-
5 μενον ἀπὸ τοῦ προπυλαίου τοῦ ἐξ ἀγορᾶς προσιόντι ἐκ τοῦ ὄπισθεν τῶν ν-
εωσοίκων τῶν ὁμοτεγῶν, μῆκος τεττάρων πλέθρων, πλάτος πεντήκοντα π-
οδῶν καὶ πέντε σὺν τοῖς τοίχοις. κατατεμὼν τοῦ χωρίου βάθος ἀπὸ το-
ῦ μετεωροτάτου τρεῖς πόδας, τὸ ἄλλο ἀνακαθαράμενος ἐπὶ τὸ στέριφ-
ον στρωματιεῖ καὶ ἀναλήψεται ἴσον κατὰ κεφαλὴν ἅπαν ὀρθὸν πρὸς τ-
10 ὸν διαβήτην. στρωματιεῖ δὲ καὶ τοῖς κίοσιν ἀπολείπων ἀπὸ τοῦ τοίχ-
ου ἑκατέρου πέντε κ[αὶ δέκ]α πόδας σὺν τῶι πάχει τοῦ κίονος, ἀριθμὸς
τῶν κιόνων ἑκατέρου τοῦ στοίχου πέντε καὶ τριάκοντα, διαλείπων δ-
[ί]οδον τῶι δήμωι διὰ μέσης τῆς σκευοθήκης πλάτος τὸ μεταξὺ τῶν κιό-
νων εἴκοσι ποδῶν. πάχος [δ]ὲ ποήσει τὸ στρῶμα τετράπουν, τιθεὶς τοὺς
15 λίθους ἐναλλὰξ φορ[μη]δὸν καὶ παρὰ μῆκος. οἰκοδομήσει δὲ τοὺς τοίχ-
ους τῆς σκευοθήκη[ς κα]ὶ τοὺς κίονας Ἀκτίτου λίθου, θεὶς εὐθυντηρί-
αν τοῖς τοίχοις [π]λάτος τριῶν ποδῶν, πάχος τριῶν ἡμιποδίων, μῆκος τ-
ετραπόδων τῶν λ[ίθ]ων, ἐπὶ δὲ ταῖς γωνίαις τετραπόδων καὶ τριῶν παλ-
αστῶν. καὶ ἐπὶ τῆς εὐθυντηρίας ἐπιθήσει ὀρθοστάτας περὶ μέσηι τῆ-
20 ι εὐθυντηρία[ι] μῆκος τετράποδας, πάχος πενθημιποδίων καὶ δακτύλ-
ου, ὕψος τρίποδας, τοὺς δ’ ἐπὶ ταῖς γωνίαις μῆκος ἐκ τοῦ μέτρου τῶν τρ-
ιγλύφων, διαλείπων θυραίας κατὰ τὸ πλάτος τῆς σκευοθήκης, δύο ἑκ[α]-
τέρωθεν, πλάτος ἐννέα ποδῶν. καὶ οἰκοδομήσει μέτωπον ἑκατέρωθε[ν]
ἐν τῶι μετα[ξ]ὺ τῶν θυρῶν, πλάτος δίπουν, εἰς δὲ τὸ εἴσω δεκάπουν. καὶ π-
25 ερικάμψει τὸν τοῖχον μέχρι τῶν πρώτων κιόνων, πρὸς ὃν ἀνοίξεται ἡ
θύρα ἑκατέρα. ἐπὶ δὲ τοῦ ὀρθοστάτου πλινθίσιν οἰκοδομήσει τοὺς τ-
οίχους, μῆκος τετράποσιν, πλάτος πέντε ἡμιποδίων, ἐπὶ δὲ ταῖς γωνί-
αις μῆκος ἐκ τοῦ μέτρου τῶν τριγλύφων, πάχος τριημιποδίοις. ὕψος δ-
ὲ ποιήσει τῶν τοίχων ἀπὸ τῆς εὐθυντηρίας ἑπτὰ καὶ εἴκοσι ποδῶν σὺ-
30 ν τῆι τριγλύφωι ὑπὸ τὸ γεῖσον, τὰς δὲ θυραίας ὕψος πέντε καὶ δέκα πο-
δῶν καὶ ἡμιποδίου. καὶ ἐπιθήσει ὑπερτόναια λίθου Πεντεληϊκοῦ μῆ-
κος δώδεκα ποδῶν, πλάτος ἴσα τοῖς τοίχοις, ὕψος δίστοιχα παραστάδ-
ας στήσας λίθου Πεντεληϊκοῦ ἢ Ὑμηττίου, ὀδοὺς ὑποθεὶς Ὑμηττίους.
καὶ γεῖσον ἐπιθήσει ἐπὶ τῶν ὑπερτοναίων ὑπερέχον τρία ἡμιπόδια.
35 καὶ ποιήσει θυρίδας κύκλωι ἐν ἅπασιν τοῖς τοίχοις καθ’ ἕκαστον τὸ
μετακιόνιον, ἐν δὲ τῶι πλατεῖ τρεῖς ἑκατέρωθεν, ὕψος τριῶν ποδῶν, π-
λάτος δυοῖν ποδοῖν, καὶ ἐναρμόσαι εἰς ἑκάστην τὴν θυρίδα χαλκᾶς θ-
υρίδας ἁρμοττούσας. καὶ ἐπιθήσει ἐπὶ τοὺς τοίχους γεῖσα κύκλωι κ-
αὶ τοὺς αἰετοὺς οἰκοδομήσει καὶ γεῖσα ἐπιθήσει καταιέτια. καὶ στ-
40 ήσει τοὺς κίονας ὑποθεὶς στυλοβάτην κατὰ κεφαλὴν ἴσον τῆι εὐθυν-
τηρίαι, πάχος τριῶν ἡμιποδίων, πλάτος δὲ τριῶν ποδῶν καὶ παλαστῆς,
μῆκος τεττάρων ποδῶν· πάχος τῶν κιόνων κάτωθεν δυοῖν ποδοῖν καὶ τ-
ριῶν παλαστῶν, μῆκος σὺν τῶι ἐπικράνωι τριάκοντα ποδῶν, σφονδύλω-
ν ἕκαστον ἑπτὰ μῆκος τετραπόδων, τοῦ δὲ πρώτου πεντέποδος· τὰ δὲ ἐπ-
45 ίκρανα ἐπιθήσει ἐπὶ τοὺς κίονας λίθου Πεντεληϊκοῦ· καὶ ἐπιθήσει
ἐπιστύλια ξύλινα ἐπὶ τοὺς κίονας κολλήσας, πλάτος πέντε ἡμιποδί-
ων, ὕψος ἐννέα παλαστῶν ἐκ τοῦ ὑψηλοτέρου, ἀριθμὸς δεκαοκτὼ ἐφ’ ἑκά-
τερον τὸν τόνον. καὶ μεσόμνας ἐπιθήσει ἐπὶ τοὺς κίονας ὑπὲρ τῆς δι-
όδου, πλάτος καὶ ὕψος ἴσα τοῖς ἐπιστυλίοις· καὶ ἐπιθήσει κορυφαῖα
50 πλάτος ἑπτὰ παλαστῶν, ὕψος δὲ πέντε παλαστῶν καὶ δυοῖν δακτύλοιν
ἄνευ τῆς καταφορᾶς, ὑποθεὶς ὑπόθημα ἐπὶ τῆς μεσόμνης μῆκος τριῶν
ποδῶν, πλάτος τριῶν ἡμιποδίων, καὶ διαρμόσει τὰ κορυφαῖα κερκίσι-
ν ἐπὶ τῶν μεσομνῶν. καὶ ἐπιθήσει σφηκίσκους πάχος δέκα δακτύλων, π-
λάτος τριῶν παλαστῶν καὶ τριῶν δακτύλων, διαλείποντας ἀπ’ ἀλλήλω-
55 ν πέντε παλαστάς. καὶ ἐπιθεὶς ἱμάντας πλάτος ἡμιποδίου, πάχος δυο-
ῖν δακτύλοιν, διαλείποντας ἀπ’ ἀλλήλων τέτταρας δακτύλους, καὶ ἐπ-
ιθεὶς καλύμματα πάχος δακτύλου, πλάτος ἓξ δακτύλων, καθηλώσας ἥλ-
οις σιδηροῖς, δορώσας κεραμώσει Κορινθίωι κεράμωι ἁρμόττοντι π-
ρὸς ἄλληλον. καὶ ἐπιθή[σ]ει ὑπὲρ τῶν θυρῶν ἐπὶ τὰ μέτωπα ἐκ τοῦ ἐντὸς
60 ὀροφὴν λιθίνην λίθου Ὑμηττίου. καὶ θύρας ἐπιθήσει τῆι σκευοθήκη-
ι ἁρμοττούσας εἰς τὰς θυραίας, χαλκᾶς ἔξωθεν ποιήσας. καὶ συνστρώ-
σει τὸ ἔδαφος λίθοις τὸ ἐντὸς ἅπαν συναρμόττουσι πρὸς ἀλλήλους κ-
αὶ ἐπεργάσεται ὀρθὸν καὶ ὁμαλὲς ἄνωθεν. καὶ διαφράξει τὸ μεταστύ-
λιον ἕκαστον ὀρθοστάταις δυοῖν λιθίνοις ὕψος τριῶν ποδῶν, καὶ ἐν
65 τῶι μεταξὺ κινκλίδα ἐπιθήσε[ι] κλειομένην. ποιήσει δὲ καὶ τὰς ὀροφ-
ὰς τὰς διὰ μέσου, ἐφ’ ὧν τὰ σκεύη κείσεται, τὸ ἐντὸς τῶν κιόνων ἑκατέρ-
ωθεν μέχρι τοῦ τοίχου διαρμόσας καθ’ ἕκαστον τὸν κίονα καὶ παρὰ τὸ-
ν τοῖχον ἑκατέρωθεν διερείσματι, πλάτος πέντε παλαστῶν, ὕψος ποδ-
ιαίωι, ἐπιβάλλοντι ἐπὶ μὲν τὸν τοῖχον τρεῖς παλαστάς, παρὰ δὲ τὸν κ-
70 ίονα παραστάδια στήσει λίθινα. καὶ ἐπὶ τῶν διερεισμάτων ἐπιθήσε-
ι σφηκίσκους ἑπτὰ ἐφ’ ἑκάστην τὴν χώραν, συνπληρῶν μέχρι τῶν κιόνω-
ν, πλάτος τριῶν παλαστῶν, πάχος ἡμιποδίου, καὶ συνστρώσει πίναξιν
ἅπαν τὸ χωρίον, συμβαλὼν καὶ κολλήσας, πλάτος τρίποδας, πάχος δυοῖ-
ν δακτύλοιν· ποιήσει δ[ὲ κ]αὶ μεσόμνας, ἐφ’ ὧν κείσεται τὰ ὑποζώματα κ-
75 αὶ τἆλλα σκεύη, παρ’ ἑκάτερον τὸν τοῖχον, διπλᾶς τὸ ὕψος, καὶ ἐπικάμψ-
ει παρὰ τοὺς πλ[α]γίους τοίχους, καὶ κατὰ τοὺς κίονας ἐπικάμψει καθ’
ἑκάστην τὴν χώραν· ὕψος δὲ ποιήσει ἀπὸ τῆς ὀροφῆς τεττάρων ποδῶν, τ-
ην δὲ ἐπάνω μεσόμνην ἀπὸ τῆς ἑτέρας ἀπέχουσαν πέντε πόδας· ἰκριωτ-
ῆρα στήσας ἀπὸ τῆς κάτω ὀροφῆς μέχρι τῆς ἄνω ὀροφῆς πλάτος ἡμιποδ-
80 ίου, πάχος ἓξ δακτύλων, διερείσας διερείσματα εἰς τοὺς ἰκριωτῆρα-
ς τὸ αὐτὸ πάχος θράνους ἐπιθήσει διανεκεῖς, ἕνα ἑκατέρωθεν, πάχος
ἓξ δακτύλων πανταχῆι, καὶ ἐπὶ τούτων ἐπιθήσει πίνακας συνκολλήσ-
ας, μῆκος τετράποδας, πλάτος τρίποδας, πάχος δυοῖν δακτύλοιν, καὶ [κ]-
αθηλώσει συναρμόττοντας ἐξ ἴσου τοῖς θράνοις. καὶ κλίμακας ποιή-
85 σει ξυλίνας ἀναβαίνειν ἐπὶ τὰς μεσόμνας. ποιήσει δὲ καὶ κιβωτοὺς
τοῖς ἱστίοις καὶ τοῖς παραρρύμασιν τοῖς λευκοῖς, ἀριθμὸν ἑκατὸν
τριάκοντα τέτταρας, πρὸς τὸ παράδειγμα ποιήσας, καὶ θήσει κατὰ τὸ-
ν κίονα ἕκαστον καὶ μίαν εἰς τὸ καταντροκὺ χωρίον, καὶ ποιήσει ἀνο-
ιγνυμένας, τῶμ μὲν πρὸς τῶι τοίχωι κειμένων τὸμ πρόσθιον τοῖχον, τ-
90 ῶν δὲ κατὰ τοὺς κίονας κειμένων ἀμφοτέρους τοὺς πλαγίους τοίχου-
ς ὅπως ἂν ἦι ὁρᾶν ἅπαντα τὰ σκεύη διεξιοῦσιν, ὁπόσ’ ἂν ἦι ἐν τῆι σκευο-
θήκηι· ὅπως δ’ ἂν καὶ ψῦχος ἦι ἐν τῆι σκευοθήκηι, ὅταν οἰκοδομῆι τοὺ-
ς τοίχους τῆς σκευοθήκης διαλείψει τῶν πλινθίδων ἐν τοῖς ἁρμοῖς ἧ-
ι ἂν κελεύηι ὁ ἀρχιτέκτων. ταῦτα ἅπαντα ἐξεργάσονται οἱ μισθωσάμ-
95 ενοι κατὰ τὰς συγγραφὰς καὶ πρὸς τὰ μέτρα καὶ πρὸς τὸ παράδειγμα, ὃ
ἂν φράζηι ὁ ἀρχιτέκτων, καὶ ἐν τοῖς χρόνοις ἀποδώσουσιν, οἷς ἂν μισ-
θώσωνται ἕκαστα τῶν ἔργων.
           vacat
Search Help
Contact Us