Honorific decree of a Dionysian thiasos for Ariston.  Pedimental naiskos stele of white marble, in eight joining fragments.
[ ] Scythia Minor — Kallatis (Mangalia) — 12-15 AD — RA 21 (1925) 264, 2 — Dacia 1 (1924) 139, 2; 323-324 — IScM III (1999) 44
See also:
1 ἐπὶ βασιλέος Κότυος τοῦ Ῥοιμητάλκα,
μηνὸς Διονυσίου, ἐν τριετηρίδι·
ἔδοξε τοῖς θιασείταις· Διόδωρος Δαμα-
τρίου εἶπε· v ἐπειδὴ Ἀρίστων Ἀρίστωνος,
5 πατρὸς ἐὼν εὐεργέτα καὶ κτίστα τᾶς πό-
λιος καὶ φιλοτείμου τοῦ θιάσου, ἐπαύξων
μὲν οὖν τὰς τοῦ γεννάσαντος ἀρετὰς
δι[α]τελεῖ ὁμοίαν τε ἐπιδείκνυται τὰν
ἰδίαν αἵρεσιν ποτὶ τὸν δᾶμον ἐν παντὶ
10 καιρῷ καὶ κυνδύνῳ σῴζων καὶ εὐεργε-
τῶν τοὺς πολείτας καὶ ἐπανγελλό-
μενος ἀ[ε]ί τινος ἀγαθοῦ παραίτιος [ἐ]-
σεῖσθαι π̣οτί τε τὸν θίασον τὸν
παρ’ ἁμῶν εὔνουν ἑαυτὸν ἐνπαρε-
15 χόμενος καὶ συνεπαύξων τὰς τοῦ
Διονύσου [τε]ι̣μάς, v καίπερ ὢν παντά-
πασιν νέος μεῖζον ἐνδείκνυται τὸ
ποτὶ τοὺς πολείτας φιλόδοξον πα-
ρὰ τοὺς ταχ[ί]ον εὐεργετῆσαι 〚προαι〛
20 προαιρηθέντας· v ὅπως οὖν καὶ οἱ θιασ-
εῖται φαίνωντα[ι] τὰν ποτ’ αὐτὸν εὔνοιαν δι-
ατηροῦντες καὶ ἀπομναμονεύοντες
[τὰν] ποθ’ ἑαυτοὺς γνησιότατα καὶ ταχίον
[δεδωκό]τ̣[ες] πράτως τῷ πατρὶ αὐτοῦ τὰς
25 [μεγίστας] τειμὰς παρὰ τοὺς λοιποὺς
[εὐεργέτας] νῦν πράτως αὐτοῦ ποιησαμέ-
νου τὰν ἀναγόρευ̣[σι]ν τοῦ στεφάνου διὰ τὸ αὐ-
τὸν τετειμᾶσθα[ι] ὑπὸ τοῦ δάμου ταῖς ἴσ-
αις τῷ πατρὶ τειμαῖ[ς, δεδό]χθαι τοῖς θ[ια]σεί-
30 ταις· στεφανοῦν κατὰ π[ᾶσαν σύ]νοδον καὶ
κατὰ πᾶσαν ἁμέραν, ἐν αἷς ἀ[θροίζο]νται, vac.
Ἀρίστωνα Ἀρίστωνος, τὸν εὐεργέτ[α]ν τοῦ
δάμου καὶ φιλότειμον τοῦ θ[ιά]σ[ου]· δεδόσ-
θαι δὲ τὸν στέφανον εἰς τὸ κα[τ’] ἀΐδιον εὐ-
35 εργεσίας μὲν καὶ ἀρετᾶς ἕνεκεν τᾶς εἰς
τὸν δᾶμον, v εὐνοίας δὲ καὶ φιλοτειμίας
τᾶς εἰς τοὺς θιασείτας· v ἐνγράψαι δὲ̣
τοὺς θιασείτας τὸ ψάφιζμα τοῦτο εἰς
τελαμῶνα λευκοῦ λίθου ἕως μηνὸς
40 Λυκήου τῶν ξενικῶν Διονυσίων καὶ
ἀναθέμεν εἰς τὸν ἐπιφανέστατον
τοῦ μυχοῦ τόπον.
    vacat

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants