Honorific decree for Apollodoros of Megara.  No description of stone. Now missing.
[ ] Megaris — Aigosthena (Porto Germeno) — ca. 200-146 BC? — IG VII 223 — Philologos Dionysios (2011) 79-101 (A. Robu)
See also:
1 ἀγαθᾶι τύχαι. ἐπὶ γραμμ[ατ]έω[ς — — —]
ἐπὶ δὲ βασιλέως ἐν Αἰγοσθέ[νοις — —]-
κωνος, μηνὸς τρίτου, συναρχί[αι προ]-
εβουλεύσαντο ποτὶ τὰν βουλ[ὰν]
5 καὶ τὸν δᾶμον· ἐπειδὴ Ἀπολ[λόδω]-
ρος Ἀλκιμάχου Μεγαρεὺς εὔ[νους]
ἐὼν διατελεῖ τῶι δάμωι τ[ῶι Αἰ]-
γοσθενιτᾶν καὶ χρείας παρέ[χεται]
καὶ κοινᾶι καὶ καθ’ ἱδίαν τοῖς δε[ομέ]-
10 νοις τῶν πολιτᾶν ἀεί τινος ἀ[γαθοῦ]
[π]α[ραίτι]ος γενόμενος, ἀγαθᾶι τύχ[αι, δεδό]-
χθαι τᾶι [βουλᾶι κα]ὶ τῶι δάμωι, πρό[ξε]-
νον εἶμεν αὐτὸν καὶ [ἐκ]γόν[ους]
τᾶς πόλιος Αἰγοσθενιτᾶν· εἶ[μεν δὲ]
15 αὐτῶι ἔγκτησιν γᾶς καὶ οἰκία[ς καὶ]
τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλ[οις]
π[ρ]οξένοις ὁ [νό]μο[ς] κε[λ]εύει· εἶμε[ν δὲ]
αὐτῶι καὶ ἐπινομίαν. ἐπεὶ δέ κα [δό]-
<ξ>η<ι>, ἀναγραψάντω οἱ δ[αμ]ιοργοὶ εἰ[ς στά]-
20 λαν λιθίναν ἐν τῶι ἱ[ερῶι] τοῦ Με[λάμ]-
ποδος· δίδοσθαι δὲ [καὶ] μερίδα α[ὐτῶι ἐ]-
κ τῶν Μελαμποδείων καὶ καλ[εῖσθαι]
αὐτὸν εἰς προεδρίαν, καθάπερ [κα]-
[ὶ τ]οὺς ἄλλους προξένους.
Search Help
Contact Us