Aretalogy of Isis. Upper part of a marble stele with engraved pediment.
[ ]
Mak. (Chalkidike) — Kassandreia — Elos — 2nd c. AD — Bʹ Panellēnio Synedrio Epigraphikēs 2001 (2008) 49-72
| 1 | Ἀγαθῆι Τύχηι· |
| Διὶ Ἡλίῳ Σαράπιδι καὶ Ἴσιδι Μυριωνύμωι· | |
| τάδε ἐγράφη ἐκ τῆς στήλης τ̣ῆς ἐν Μέμφει, | |
| ἥτις ἔστηκεν πρὸς τῷ Ἠφαιστείῳ· vacat | |
| 5 | Ἶσις ἐγώ <ε>ἰμι ἡ τύραννος πάσης χώρας καὶ ἐπαι- |
| δεύθην ὑπὸ Ἑρμοῦ καὶ γράμματα εὗρον μετὰ Ἑρμοῦ τὰ ἱε- | |
| ρὰ καὶ τὰ δημόσ[ια γ]ράμματα ἵνα μὴ τοῖς αὐτοῖς πάντα γράφηται· | |
| vacat | |
| 8 | ἐγὼ νόμους ἀνθρώποις ἐθέμην καὶ ἐνομοθέτησα ἃ οὐθεὶς |
| δύναται μεταθεῖν̣αι· ∙ ἐγώ εἰμι Κρόνου θυγάτηρ πρεσβυτάτη· ∙ ἐγώ | |
| 10 | εἰμι̣ γ̣υ̣νὴ καὶ ἀδε<λ>φ̣ὴ Ὀσείριδος βασιλέως· v ἐγώ εἰμι ἡ καρπὸν εὑ- |
| ροῦσα ἀ̣ν̣θ̣ρ̣ώποις· ∙ ἐγώ εἰμι μήτηρ Ὥρου βασιλέως· ∙ ἐγώ εἰμι ἡ ἐν | |
| τῷ τοῦ Κυν[ὸς] ἄ̣σ̣τρῳ ἐπιτέλλουσα· ∙ ἐγώ εἰμι ἡ παρὰ γυναιξὶ θεὸς κα- | |
| λουμένη· ∙ ἐμο[ὶ Βο]ύ̣βα̣στος πόλις οἰκοδομήθη· ∙ ἐγὼ ἐχώρ̣ι̣σ̣α̣ γ̣[ῆν] | |
| ἀπὸ οὐρανοῦ· ἐγὼ ἄ[στρ]ω̣ν ὁδοὺς ἔδειξα· ∙ ἐγὼ ἡλίου κ̣[αὶ σελήνης πορεί]- | |
| 15 | αν συνεταξάμην· ∙ ἐγὼ θ̣[αλ]ά̣σσια ἔργα εὗρον̣· ἐ̣γ̣[ὼ τὸ δίκαιον ἰσχυρὸν] |
| [ἐπ]οίησα· ∙ ἐγὼ γυναῖκα κα[ὶ ἄ]ν[δρ]α̣ σ̣υ̣ν̣[ήγαγον· ἐγὼ γυναικὶ δεκαμηνιαῖον βρέ]- | |
| [φο]ς̣ εἰς φῶς ἐξενεγκ̣[εῖν ἔταξα· — — — — — — — — — — — — — — — — — — —] |