Cult regulation.  Pedimental stele of white marble, inscribed on the front and back.
[ ] Thess. (Pelasgiotis) — Larisa — Marmarini — 2nd c. BC — Kernos 28 (2015) 13-51 — Kernos 30 (2017) 159-186 — BE (2016) 291-293; (2017) 291-292 (cf.)
face A                          {²ca. 14-21 lines missing}²
   [․․· π]ασῶν δὲ τῶν θυσίων πρῶ̣το̣ν̣ [․․․] θύειν [— 8 —] τῆι π̣έμπτ̣ῃ̣
   [?Θύο]υ̣ ἐστὶν ἐπε̣ι̣δὴ̣ (?) [— — — — — — — — — — — — — — — —]
   [πρὸ] τῶν Ἐλουλαίων ∶ τῆι δωδεκάτηι, Μο̣ίραι προθύειν καὶ κοινῆι καὶ
   [ἰδ]ίαι τὸμ βουλόμενον τῶν τετελεσμένων· ∶ τρεισκαιδεκάτηι, πλυντήρι-
5    α τῶμ περὶ τὴν θεὸν ἱερῶ̣ν̣ π̣άν̣των? [— — 11 — —]Ι κα̣ὶ τύμπανα καὶ πρὸς α̣ὐ-
   λόν, καὶ ΜΟΓΓΑΙ θυσία καὶ καθαρμός· ἐ̣κ̣κ̣α[θή]ρα̣σται (?) ἐν τῶι ἱερῶι μετὰ τῆς
   ἱερείας τὰς φοιβατρίας καὶ τὸν νεωκόρον καὶ ἄν τις ἄλλος βούληται τῶν
⸏τετελεσμένων ∶ τεσσαρεσκαιδεκάτηι, κοσμεῖν τὴν θεὸν καὶ ἀγερ-
   μὸν ἀποθύειν τῶι Ἡλίωι· ∶ πεντεκαιδεκάτηι, θ̣ύ̣ειν τῶι Πανὶ ὃν Σύροι ΝΕΙΡΙ̣-
10    ΠΛΗΝ καλοῦσιν τὸμ βουλόμενον καὶ θέλοντα καὶ ἐπὶ τὴν τράπεζαν ἐπιτι-
   θέναι ὅ τι ἂν βούληται πλὴν ὄψου κ̣αὶ περιστερᾶς· καὶ ὁ θύων ἐπιτιθέτω
   ἐπὶ τὴν τράπεζαν ὅ τι ἂν θέληι καὶ ἀντιλαμβανέτω τῶν ἐπὶ τὴν τράπε-
   ζαν ἐπικειμένων· ὑδρεύεσθαι δὲ κα̣ὶ τῆι χύτραι τὸ ὕδωρ τῆι νυκτερινῆι
⸏ἀπὸ κρήνης ∶ ἑκκαιδεκάτηι, χύτραν ἀνοίγειν καὶ τᾶι Μοίραι θύειν τὸμ
15    βουλόμενον· ∶ τῆι μετὰ τὴν πομπήν, θύειν Αδαρα̣ι καὶ ἁ̣λὶ̣ βάλλειν· ∶ τῆι ΔΕ
   ΕΝΑΤΗΙ Λιλλαι ἁλὶ βάλλειν καὶ Ἀρτέμιδι Φυλακῆι καὶ Ἀπόλλωνι Πυλού-
   χωι ὅ τι ἂν θέληις καὶ ἐσθίειν πάντας· ∶ εἰκάδι θύειν τράπεζαν καὶ ἐ̣πιθύειν
   τῆι θεῶι ὅ τι ἂν ἔχηις· ∶ τελετὴ τῆς θεοῦ· ἂμ μὲν θέλων τελίσκηται, τρεῖς
   ἡμέρας θεραπεύειν, τῆι τρίτηι ξυρεῖσθαι· ἐὰν δέ τις τῶν ἀκαθάρτων τις θέ-
20    λει τελεσθῆναι, ξυρησάσθω· ἐν τρισὶν χωρίοις σχοῖνον λαβὼν ξυρείσθω
   καὶ διακλαινέστω τὸ στόμα, ὁ μὲν ἁγνὸς τῆς θεοῦ ἀπὸ τοῦ χρυσίου καὶ τῆς
   βοτάνης, ὁ δὲ ἀκάθαρτος τελισκόμενος α̣ἵ̣μ̣α̣τ̣ι̣ διακλαινέστω τὸ στόμα ὄρ-
   νιθος καὶ ἀναλισκόντωσαν α̣ἱ̣ φ̣ο̣ι̣β̣ατ̣ρί̣α̣ι̣ τοῦτον· ὁ δὲ τελισκομένος μὴ γευέ-
   στω· φερέτω δὲ λαγάνων χοίνικα ἀττικὴν καὶ δύο κοτύλας οἴνου ἀπὸ τοῦ ἀγε[ρ]-
25    μοῦ· ἀγείρειν τῆι τρίτηι δεῖ ἧιπερ ξυρεῖται καὶ τῆι Μοίραι θύειν ὄρνιθα καὶ ἀν[αλ]-
   ίσκειν τὸν ἀγερμὸν ὅ τι ἂν ἀγείρηι· ἀποτινέτω δὲ καὶ τῆς σχοίνου τῆι θεῶι π[ρὸ]
   τοῦ ξυρήσασθαι τριώβολον· ὅταν δὲ ξυρήσηται, τῆς ἱλατηρίας ὀβολόν· λαμ[βα]-
   νέτω δὲ ἐν τρισὶν χωρίοις· φερέτω δ̣ὲ̣ κ̣α̣ὶ ἄρτον εἰς τὴν σχοῖνον· [∶] ἂν δὲ καταβε̣-
   βρωμένος θερ̣α̣π̣εύειν [— 7 —]όμενον ὑπὸ τῆς θεοῦ, θεραπευέτω ἕ̣ω̣[ς]
30    ἂν ὑγιάνηι καὶ τι[θ]έτω ἡμιωβέλιον̣ [— 7 —]κ̣ου καὶ τὸν ἄρτον· ∶ σκάφην ἐάν
   τις αἴρηι, τὴμ μὲν πρώτην αἴ̣ρειν παρὰ Μοίραι καὶ̣ θύειν πρόβατον τέλεον, ἐ-
   άν τε ἄρσεν ἢ θῆλυ βούληται καθαρόν, λαγάνων τέσσαρας χοίνικας, οἴνου
   δύο χοῦς εἰς τὰς χεῖρας, αἰγιναίαν· τὰ δὲ ἐξαιρούμενα (?) καθάπερ τῆι τραπεζο-
   πλησίαι· τὸ δὲ σκέλος ὠμὸν ἀφαιρεῖν καὶ τὸ κόιδιον τῆι ἱερείαι καὶ ἀναλίσκειν αὐ-
35    το̣ῦ καὶ τῶν ἄλλων ὅσοι τῶν ἀτελέστων οὐ γεύονται· τὰ κόιδια τῆι ἱερείαι ∶ τὴν
   δευτέραν σκάφην αἴροντι, κόφινον̣ λαγάνων, χοίνικας ὁμό̣ρας, ἐλαίου κοτύλην,
   εἰς τὰς χεῖρας στατῆρα, εἰς κρατῆρα δύο χοῦς· τὰ ἱε̣ρὰ ἐ̣ξαι̣ρεῖν ὡσαύτως ὥσ-
   περ τῆς πρώτης· φέρειν δὲ ὅπου ἂν β̣ούληται̣ τῶν τετελεσμένων· ἁλὶ δὲ βάλλειν
   τὰ ἱερεῖα τὰ θυόμενα Ι̣[— — — — — — — — — — — — — —]ΙΑΣ̣ ὅ τι ἂν [․]Ο[․]
40    [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
   [— — — — — — — — — — — — — — — — — — — — — —]Τ̣ ε[ἰ]ς τὰς χεῖ[ρα]ς
   [․]ΑΙΤ[․] τῶν σχοίνων καὶ ἄν τις χύ̣τρα̣ς [— — 12 — —]ρονται, πίπτειν· vacat
   χύτραν ἐάν τις βούληται ․․ΗΣΑΙ[— — — — c.22 — — — —] τὴμ μὲν χύτρα̣ν̣,
   θ̣ύε̣ιν Ο․ΗΛ․․․Ν ὅ τι ἂν βούληται καὶ ὅποι̣ ἂν θ̣έληι [καὶ?] ἁ̣λ̣ὶ βάλειν δεῖ τάδε ἱ̣ε̣ρ̣ὰ̣
45    κυ̣ά̣μ̣ους, ἐρ̣ε̣β̣ίνθους, φακ̣ο̣ύ̣ς, ΟΠ̣[․․․․] ἂμ βούληται, ἄρ̣ν[α]
   [— — c.11 — —]· σ̣χ̣ο̣ῖνον δὲ ἄ̣ν τ[ις ․․․․] ὅ τ̣ι ἄν ἄλλ[ο] ἔχη[ι]ς ἢ ἂμ
   π̣λ̣ὴν σκόρδου καὶ πράσσ[— — — — — — — — — — — — — — — — — —]
   ὅρκον· ἐάν τις ὀμνύηι περ̣ὶ̣ [․]Α[— — — — — — — — — — —], ὀβ̣[ο]λὸν τιθ̣έ̣τ̣ω̣
   π̣[ε]ριλ̣αβὼν ὅπ̣λ̣ο̣ν τῆς θεοῦ ὅ τι ἂ̣ν̣ β̣ο̣ύ̣λ̣η̣τ̣α̣ι̣, θ̣υσάτω̣ [․․․․]ΑΣ̣ μνᾶς ἀξ̣ίου̣[ς καὶ?]
50    τ̣ρ̣ι̣ώ̣β̣ολον τιθέτω κα̣ὶ λαμ̣[β]α̣νέτω [— — — 14 — — —] ἐὰν δὲ ἀτέλεσ̣τ̣ος̣
   ἦι, ἀ̣πὸ τοῦ βωμοῦ, πινέτ̣ω̣· ἐ̣ὰν δέ̣ τις Ν[․]Ο̣Ρ̣Μ̣[․․]Ι̣Ν̣ βούληται, ἀπ̣ὸ τοῦ ἰχθύος, πι-
   ν̣έ̣τω καὶ τιθέτω δ̣ρ̣α̣χ̣μὰ̣ν α̣ἰγιναίαν κα̣ὶ [ἁ]γν̣εύσηι ἕως ἂν ζώη̣ι̣· ἐὰν δέ τις
   π̣ε̣ρ̣ὶ̣ μι̣κροῦ ὀμνύηι, λουσάμενος κατὰ κε[φ]αλῆς ὀμνυέ̣τω ἐν τῶι γνύθ̣ω̣ι
   καὶ τιθέτω ἡμιωβέλιον· ΤΕΛΕΙΝ̣ΙΩΙ τῶι σφάξαντι κ̣α̣ὶ̣ τὰ ἱερὰ ἐξελόντι [τὰ] ἡμ[ι]-
55    ωβέλια vacat
face B.1    εἰς τὸν ναὸν τῆς θεοῦ ἀμύητον μὴ εἰσπορεύεσθα[ι]·
   ἐὰν δὲ εἰσέλθηι, καθαίρειν ἀλεκτορίδι καὶ μετα-
   θύειν ἄλλον ἀλέκτορα τέλεον ἐπὶ τὸν τῆς Μοίρας
   βωμόν, καὶ καθαίρειν τὴν ἱέρειαν ἢ τὸν νεωκόρον̣
5    ἢ τῶν τὰ ἱερὰ αἰρουσῶν τινά, καὶ φέρειν δύο χοίν[ι]-
⸏κας ἄρτων, οἴνου κοτύλας ὀκτὼ εἰς τὸν κρατῆρα·
   εἰς τὸ πρόθυρον μὴ εἰσπορεύεσθαι ἀμύητον, ἐ{α}-
   ὰμ {²⁶εὰμ}²⁶ μὴ εὐχάς τις βούληται ποήσασθαι· καὶ ἱμά[τι]-
   α ἔχειν καθαρά, καὶ ἐξαγνεύσῃ τὰς τρεῖς ἡμέ[ρας]
10    ἀπὸ πάντων τῶν προγεγραμμένων· φέρειν δὲ̣ [ἐ]-
   πὶ ταῖς εὐχαῖς ἐλαίου ἡμικοτύλιον ἐπὶ λύχνον,
⸏ὀβολόν, δαΐδας, λιβανωτόν, σπονδήν· vacat
   εἰς τὸ πρόθυρον ἐάν τις εἰσέλθηι τῶν ἀμυήτ[ων],
   καθαίρειν ἀλέκτορι ἢ ἄρσενι ἢ θηλείαι, μεταθύειν̣
15    δὲ σκέλος οὗ ἂμ βούληται, πλὴν χοιρέου, καὶ λαγάνω̣ν̣
⸏τρεῖς χοίνικας ἀττικὰς καὶ οἴνου ἡμίχουν· vacat
   ἀγείρειν ‵νουμηνίᾳ′ μηνὸς Ἰτωνίου ἐπὶ τὰς ἅλους· εἰς δὲ οἰκίαν
   μὴ ἀγείρειν μηδὲ εἰσφέρειν τὰ ἱερά, ἐὰμ μὴ τριῶν ἡμε̣-
   ρῶν προείπ̣ῃ· ‵ἀγείρειν δὲ τῆι δεκάτηι ἕως δωδεκάτης′· ἐὰν δέ τις τῶν φοιβατριῶν ταῦτα ‵μὴ′ ποιῆι, ἀπο-
20 ⸏τινέτω εἰς τὸ ἱερὸν ἄρνα καὶ τὰ ἐπὶ τούτωι τὴν θυσίαν·
   ἐπιγραφὴ εἰς τὸ περίστυλον· προθῦσαι πρώτηι τῆι Φυλ[α]-
⸏κῆι καὶ τῶι Μηνὶ θύματα, λιβανωτόν· vacat
   ἐὰν δέ τις θυσίαν βούληται θύειν ἀλέκτορας λευκούς, θ[ύ]-
   ειν τῶι μὲν Μηνὶ ἄρσενας, τῆι δὲ Φυλακῆι θηλείας, καὶ ἐὰν ἀρ-
25    νία θ<έ>λῃ, τὸν αὐτὸν τρόπον· εἰσπορεύεσθαι δὲ εἴσω τὴμ μὲν λ[ο]-
   χοῦ τριακοσταίαν, τὴν δὲ διαφθείρουσαν τετταρακοσταίαν̣,
   ἀπ’ ἀνδρὸς δὲ λελουμένην κατὰ κεφαλῆς, ἀπὸ τῶν δὲ κατὰ
   φύσιν ἑβδομαίαν· ἐὰν δέ τις εἰσέλθηι μὴ ἁγνεύσας τῶν προ-
   γεγραμμένων, καθαράτω τοὺς βωμοὺς νοσσῶι ἀλέκτο-
30    ρος, καὶ ἐπιθυσάτω ἐπὶ τοῦ τῆς Φυλακῆς βωμοῦ ὄρνιθα θή-
   λειαν ἢ ἀποπυρίδα, μνᾶν κρεῶν ὁποίων ἂν θέληις πλὴν χοιρέ-
   ων καὶ χοίνικα λαγάνων καὶ εἰς τὸν κράτηρα οἴνου κοτύλας
   τέσσαρας· καθαίρειν δὲ τὸν νεωκόρον ταῦτα καὶ τῶν φοι-
   βατριῶν ἥτις ἂμ παρῆι· ∶ ἐὰν δέ τις θύειν βούληται τῆι θεῶι ἑλ-
35    ληνικῶι νόμωι, ἔ̣ξεστι ὃ τι ἂμ βούληται πλὴν χοίρου· ἐπὶ δὲ τῆ[ι]
   θυσίαι, φέρειν δεῖ ἐπὶ τὴν τράπεζαν τὰ ἐπιτιθέμενα χοίνικα λαγάνων,
   ὁμόρας χοίνικα, καὶ τριώβολον εἰς θησαυρὸν καὶ ἐλαίου ἐπὶ λύχνον κοτύ-
   λην καὶ εἰς κρατῆρα οἴνου χοᾶ· ἀπὸ τοῦ ἱεροῦ, τὸ στῆθος ἑφθὸν ἐπὶ τὴν
   τράπεζαν καὶ τὸ σκέλος ὠμὸν τῆι ἱερείαι· τὰ σπλάγχνα ἕψειν, ἧπαρ καὶ
40    πλεύμονα καὶ φρένας καὶ νεφρὸν ἀριστερὸν καὶ γλῶσσαν· τὸν δὲ δεξιὸν
   νεφρὸν καὶ ἀκροκόλιον δεξιὸν καὶ καρδίαν καὶ ἐπίπλουν καὶ τὸ σκέλο[ς]
   τὸ ἀπὸ τοῦ στήθους καὶ τῆς κέρκου̣ τὸ νομιζόμενον εἰς ἱερὰ ἐπὶ τὸ πῦρ·
   ταῦτα ποήσας καὶ ἀποθύσας, φερέτω ἄλλο ἱερεῖον οὗ ἂμ βούλη-
⸏ται καὶ ἐσθιέτω ὁ βουλόμενος ∶ ἂν δέ τις τραπεζοπλησίαν βού-
45    ληται ποιεῖν τῆι θεῶι τελέαν, πρόβατον τέλεον, ἄρσεν ἢ θῆλυ, vacat
   ἕψειν δὲ ὅλον, ὁμόρας [χ]οίνικας δύο, λαγάνων χοίνικας τέσσαρας,
   οἴνου χοῦς δύο, εἰς τὸν θησαυρὸν δραχμήν, ἐλαίου κοτύλην ἐπὶ
⸏λύχνον καὶ ἀτέλε[στ]ος τούτων οὐ γεύεται· ∶ ἐάν τις πανημερί-
   σαι βούληται τῆι θεῶι, ἄριστον φερόμενος ὅ τι ἂν βούληται, πλὴγ̣
50 ⸏χοιρέων κρεῶν, καὶ ἐπὶ λύχνον ἐλ̣[αί]ου ἡμικοτύλιον· vacat
   πρὸς τὸ οὖας τῆς θεοῦ καὶ τὰς χα[ίτα]ς̣, λ[ι]β̣ανωτόν, σμύρναν, θυ-
⸏μίαμα, ἀρώματα, μύ̣ρον ῥόδινον, τρι̣ώ̣β[ο]λ[ο]ν εἰς θησαυρόν· vacat
   ἐὰν δὲ ὄρνιθά τις θύηι ἢ χῆνα, τῆς μὲν ὄρνιθος εἰς τὸν θησαυρὸν ὀβο-
   λόν, τοῦ δὲ χηνὸς τριημιωβέλια, τὰ σκέλη ἐπὶ τὴν τράπεζαν καὶ τὰ
55    ἔνδον, τὰ δ’ ἄλλα ἀποφερέτω ὅπου ἂν βούλητ[α]ι· φερέτω δὲ καὶ οἴνου
⸏κοτύλας τέσσαρας, λαγάνων χοίνικα, ἐλ[α]ίου ἡμικοτύλιον· vacat
   ἐὰν δέ τις βοῦν βούληται θύειν, φέρειν ἐπὶ τὴ[ν] τράπεζαν λαγάνων χοί-
   νικας τρεῖς, ὁμόρας χοίνικα, οἴνου χοὰς δύ[ο, ἐλ]αίου κοτύλας δύο, ξύλα
   τὰ ἱκανά, εἰς τὸν θησαυρὸν χρυσοῦν καὶ τὰ ἱερὰ ἐξαιρεῖν καθάπερ τῶν
60 ⸏προβάτων· ∶ ὅσοι ἂν βούλωνται Νισαναίοις ἢ Ἀλουλαίοις θύειν, εἰς τὴν πομ-
   πὴν τὸ ἱερεῖον ἄγειν· ἔστω δὲ ἡ πομπὴ Νισαναίοις μὲν ἐὰν ἡ θεὸς ἀπὸ
   ποταμοῦ ἔλθηι, τῆι αὔριον, Ἀλουλαίοις δὲ τῆι ἑπτακαιδεκάτηι τὸ πρωΐ·
   εἰς νύκτα δὲ λαμπαδεύεσθαι· πέμπειν δὲ τὸμ βουλόμενον, αὐθημε-
⸏ρὶ λελουμένον κατὰ κεφαλῆς καὶ εἰσπορεύεσθαι ἕως τοῦ ἱεροῦ τῆς Φυλακῆς·
65    ἐὰν δέ τις ὁλοκαυτῆσαι βούληται κριὸν τέλ%⁸⁰%⁸⁰εον, εἰ δὲ μή, ἄρνα ἄρσενα· ἐπὶ
   μὲν τοῦ τελείου στατῆρα εἰς τὸν θησαυρόν, ἐπὶ δὲ τοῦ ἀρνός, αἰγιναίαν, ξύ-
   λα τὰ ἱκανὰ ἐπὶ τούτωι, οἴνου χοῦν εἰς τὸν κρατῆρα, ἐπὶ τράπεζαν λαγά-
   νων χοίνικα, ὁμόρας χοίνικα, βασισὰ Βαρουτά (?), λιβανωτόν, σμύρνα[ν], ἐλαί-
⸏ου κοτύλην ἐπὶ λύχνον· ἐὰν δέ τις χῆνα ὁλοκαυτῆται, εἰς τὸν θησαυρὸν
70    ὀβολοὺς δύο, ξύλα τὰ ἱκανά, δᾶιδα, οἴνου εἰς τὸν κρατῆρα κοτύλας τέσσα-
   ρας, ἐλαίου ἐπὶ λύχνον ἡμικοτύλιον, βασισὰ Βαρουτά (?), λιβανωτὸν
   σμύρναν· ἐάν τις τρύββαν ἢ ὄρτυγα ὁλοκαυτῆται τρία ἡμιωβέλια εἰς τὸν
   θησαυρόν, τὰ δὲ ἄλλα ταὐτά{ΤΑ}περ {²⁶ταὐτάπερ}²⁶ ἐπὶ τοῦ χηνός· ∶ πρὸς δὲ τὸμ βωμὸν τὸν
   μέγαν ἀτέλεστον μὴ προσιέναι, μηδὲ ἀλεκτορίδα θύειν ἐπ’ αὐτοῦ· μ<η>δ’
75    ὠιὸν προσφέρειν· ἄλλ’ ὅταν τις τῆι θεῶι ἀλεκτορίδα θύηι ἐπὶ τὸν τῆς Μοίρας
   βωμόν, καὶ προπορευέσθω ὁ βουλόμενος ἐπὶ τὸν τῆς Μοίρας καὶ Ἡλίου βωμόν·
   ἐὰν δέ τις προσέλθηι πρὸς τὸν μέγαν βωμὸν ἀτέλεστος, καθαιρέτω κατὰ τὴν
   προγεγραμμένην τοῦ περιστύλου κάθαρσιν· ∶ ὡσαύτως δὲ φυλασσέσθωσαν
   καὶ ἀπὸ τοῦ Αδαρα καὶ Λιλλα βωμοῦ· ἐάν τις ἅψηται, καθαιρέτω κατὰ τὴν προ-
80    γραφὴν τοῦ περιβόλου· ἐὰν δέ τις ἐν τῶι περιστύλωι ἢ οὐρήσει ἢ αἷμα ποήσει,
   καθαιρέτω τὸν προγεγραμμένον καθαρμόν vacat
Search Help
Contact Us