Cult regulation. Pedimental stele of white marble, inscribed on the front and back.
[ ]
Thess. (Pelasgiotis) — Larisa — Marmarini — 2nd c. BC — Kernos 28 (2015) 13-51 — Kernos 30 (2017) 159-186 — BE (2016) 291-293; (2017) 291-292 (cf.)
| face A | {²ca. 14-21 lines missing}² |
| [․․· π]ασῶν δὲ τῶν θυσίων πρῶ̣το̣ν̣ [․․․] θύειν [— 8 —] τῆι π̣έμπτ̣ῃ̣ | |
| [?Θύο]υ̣ ἐστὶν ἐπε̣ι̣δὴ̣ (?) [— — — — — — — — — — — — — — — —] | |
| [πρὸ] τῶν Ἐλουλαίων ∶ τῆι δωδεκάτηι, Μο̣ίραι προθύειν καὶ κοινῆι καὶ | |
| [ἰδ]ίαι τὸμ βουλόμενον τῶν τετελεσμένων· ∶ τρεισκαιδεκάτηι, πλυντήρι- | |
| 5 | α τῶμ περὶ τὴν θεὸν ἱερῶ̣ν̣ π̣άν̣των? [— — 11 — —]Ι κα̣ὶ τύμπανα καὶ πρὸς α̣ὐ- |
| λόν, καὶ ΜΟΓΓΑΙ θυσία καὶ καθαρμός· ἐ̣κ̣κ̣α[θή]ρα̣σται (?) ἐν τῶι ἱερῶι μετὰ τῆς | |
| ἱερείας τὰς φοιβατρίας καὶ τὸν νεωκόρον καὶ ἄν τις ἄλλος βούληται τῶν | |
| ⸏τετελεσμένων ∶ τεσσαρεσκαιδεκάτηι, κοσμεῖν τὴν θεὸν καὶ ἀγερ- | |
| μὸν ἀποθύειν τῶι Ἡλίωι· ∶ πεντεκαιδεκάτηι, θ̣ύ̣ειν τῶι Πανὶ ὃν Σύροι ΝΕΙΡΙ̣- | |
| 10 | ΠΛΗΝ καλοῦσιν τὸμ βουλόμενον καὶ θέλοντα καὶ ἐπὶ τὴν τράπεζαν ἐπιτι- |
| θέναι ὅ τι ἂν βούληται πλὴν ὄψου κ̣αὶ περιστερᾶς· καὶ ὁ θύων ἐπιτιθέτω | |
| ἐπὶ τὴν τράπεζαν ὅ τι ἂν θέληι καὶ ἀντιλαμβανέτω τῶν ἐπὶ τὴν τράπε- | |
| ζαν ἐπικειμένων· ὑδρεύεσθαι δὲ κα̣ὶ τῆι χύτραι τὸ ὕδωρ τῆι νυκτερινῆι | |
| ⸏ἀπὸ κρήνης ∶ ἑκκαιδεκάτηι, χύτραν ἀνοίγειν καὶ τᾶι Μοίραι θύειν τὸμ | |
| 15 | βουλόμενον· ∶ τῆι μετὰ τὴν πομπήν, θύειν Αδαρα̣ι καὶ ἁ̣λὶ̣ βάλλειν· ∶ τῆι ΔΕ |
| ΕΝΑΤΗΙ Λιλλαι ἁλὶ βάλλειν καὶ Ἀρτέμιδι Φυλακῆι καὶ Ἀπόλλωνι Πυλού- | |
| χωι ὅ τι ἂν θέληις καὶ ἐσθίειν πάντας· ∶ εἰκάδι θύειν τράπεζαν καὶ ἐ̣πιθύειν | |
| τῆι θεῶι ὅ τι ἂν ἔχηις· ∶ τελετὴ τῆς θεοῦ· ἂμ μὲν θέλων τελίσκηται, τρεῖς | |
| ἡμέρας θεραπεύειν, τῆι τρίτηι ξυρεῖσθαι· ἐὰν δέ τις τῶν ἀκαθάρτων τις θέ- | |
| 20 | λει τελεσθῆναι, ξυρησάσθω· ἐν τρισὶν χωρίοις σχοῖνον λαβὼν ξυρείσθω |
| καὶ διακλαινέστω τὸ στόμα, ὁ μὲν ἁγνὸς τῆς θεοῦ ἀπὸ τοῦ χρυσίου καὶ τῆς | |
| βοτάνης, ὁ δὲ ἀκάθαρτος τελισκόμενος α̣ἵ̣μ̣α̣τ̣ι̣ διακλαινέστω τὸ στόμα ὄρ- | |
| νιθος καὶ ἀναλισκόντωσαν α̣ἱ̣ φ̣ο̣ι̣β̣ατ̣ρί̣α̣ι̣ τοῦτον· ὁ δὲ τελισκομένος μὴ γευέ- | |
| στω· φερέτω δὲ λαγάνων χοίνικα ἀττικὴν καὶ δύο κοτύλας οἴνου ἀπὸ τοῦ ἀγε[ρ]- | |
| 25 | μοῦ· ἀγείρειν τῆι τρίτηι δεῖ ἧιπερ ξυρεῖται καὶ τῆι Μοίραι θύειν ὄρνιθα καὶ ἀν[αλ]- |
| ίσκειν τὸν ἀγερμὸν ὅ τι ἂν ἀγείρηι· ἀποτινέτω δὲ καὶ τῆς σχοίνου τῆι θεῶι π[ρὸ] | |
| τοῦ ξυρήσασθαι τριώβολον· ὅταν δὲ ξυρήσηται, τῆς ἱλατηρίας ὀβολόν· λαμ[βα]- | |
| νέτω δὲ ἐν τρισὶν χωρίοις· φερέτω δ̣ὲ̣ κ̣α̣ὶ ἄρτον εἰς τὴν σχοῖνον· [∶] ἂν δὲ καταβε̣- | |
| βρωμένος θερ̣α̣π̣εύειν [— 7 —]όμενον ὑπὸ τῆς θεοῦ, θεραπευέτω ἕ̣ω̣[ς] | |
| 30 | ἂν ὑγιάνηι καὶ τι[θ]έτω ἡμιωβέλιον̣ [— 7 —]κ̣ου καὶ τὸν ἄρτον· ∶ σκάφην ἐάν |
| τις αἴρηι, τὴμ μὲν πρώτην αἴ̣ρειν παρὰ Μοίραι καὶ̣ θύειν πρόβατον τέλεον, ἐ- | |
| άν τε ἄρσεν ἢ θῆλυ βούληται καθαρόν, λαγάνων τέσσαρας χοίνικας, οἴνου | |
| δύο χοῦς εἰς τὰς χεῖρας, αἰγιναίαν· τὰ δὲ ἐξαιρούμενα (?) καθάπερ τῆι τραπεζο- | |
| πλησίαι· τὸ δὲ σκέλος ὠμὸν ἀφαιρεῖν καὶ τὸ κόιδιον τῆι ἱερείαι καὶ ἀναλίσκειν αὐ- | |
| 35 | το̣ῦ καὶ τῶν ἄλλων ὅσοι τῶν ἀτελέστων οὐ γεύονται· τὰ κόιδια τῆι ἱερείαι ∶ τὴν |
| δευτέραν σκάφην αἴροντι, κόφινον̣ λαγάνων, χοίνικας ὁμό̣ρας, ἐλαίου κοτύλην, | |
| εἰς τὰς χεῖρας στατῆρα, εἰς κρατῆρα δύο χοῦς· τὰ ἱε̣ρὰ ἐ̣ξαι̣ρεῖν ὡσαύτως ὥσ- | |
| περ τῆς πρώτης· φέρειν δὲ ὅπου ἂν β̣ούληται̣ τῶν τετελεσμένων· ἁλὶ δὲ βάλλειν | |
| τὰ ἱερεῖα τὰ θυόμενα Ι̣[— — — — — — — — — — — — — —]ΙΑΣ̣ ὅ τι ἂν [․]Ο[․] | |
| 40 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — —]Τ̣ ε[ἰ]ς τὰς χεῖ[ρα]ς | |
| [․]ΑΙΤ[․] τῶν σχοίνων καὶ ἄν τις χύ̣τρα̣ς [— — 12 — —]ρονται, πίπτειν· vacat | |
| χύτραν ἐάν τις βούληται ․․ΗΣΑΙ[— — — — c.22 — — — —] τὴμ μὲν χύτρα̣ν̣, | |
| θ̣ύε̣ιν Ο․ΗΛ․․․Ν ὅ τι ἂν βούληται καὶ ὅποι̣ ἂν θ̣έληι [καὶ?] ἁ̣λ̣ὶ βάλειν δεῖ τάδε ἱ̣ε̣ρ̣ὰ̣ | |
| 45 | κυ̣ά̣μ̣ους, ἐρ̣ε̣β̣ίνθους, φακ̣ο̣ύ̣ς, ΟΠ̣[․․․․] ἂμ βούληται, ἄρ̣ν[α] |
| [— — c.11 — —]· σ̣χ̣ο̣ῖνον δὲ ἄ̣ν τ[ις ․․․․] ὅ τ̣ι ἄν ἄλλ[ο] ἔχη[ι]ς ἢ ἂμ | |
| π̣λ̣ὴν σκόρδου καὶ πράσσ[— — — — — — — — — — — — — — — — — —] | |
| ὅρκον· ἐάν τις ὀμνύηι περ̣ὶ̣ [․]Α[— — — — — — — — — — —], ὀβ̣[ο]λὸν τιθ̣έ̣τ̣ω̣ | |
| π̣[ε]ριλ̣αβὼν ὅπ̣λ̣ο̣ν τῆς θεοῦ ὅ τι ἂ̣ν̣ β̣ο̣ύ̣λ̣η̣τ̣α̣ι̣, θ̣υσάτω̣ [․․․․]ΑΣ̣ μνᾶς ἀξ̣ίου̣[ς καὶ?] | |
| 50 | τ̣ρ̣ι̣ώ̣β̣ολον τιθέτω κα̣ὶ λαμ̣[β]α̣νέτω [— — — 14 — — —] ἐὰν δὲ ἀτέλεσ̣τ̣ος̣ |
| ἦι, ἀ̣πὸ τοῦ βωμοῦ, πινέτ̣ω̣· ἐ̣ὰν δέ̣ τις Ν[․]Ο̣Ρ̣Μ̣[․․]Ι̣Ν̣ βούληται, ἀπ̣ὸ τοῦ ἰχθύος, πι- | |
| ν̣έ̣τω καὶ τιθέτω δ̣ρ̣α̣χ̣μὰ̣ν α̣ἰγιναίαν κα̣ὶ [ἁ]γν̣εύσηι ἕως ἂν ζώη̣ι̣· ἐὰν δέ τις | |
| π̣ε̣ρ̣ὶ̣ μι̣κροῦ ὀμνύηι, λουσάμενος κατὰ κε[φ]αλῆς ὀμνυέ̣τω ἐν τῶι γνύθ̣ω̣ι | |
| καὶ τιθέτω ἡμιωβέλιον· ΤΕΛΕΙΝ̣ΙΩΙ τῶι σφάξαντι κ̣α̣ὶ̣ τὰ ἱερὰ ἐξελόντι [τὰ] ἡμ[ι]- | |
| 55 | ωβέλια vacat |
| face B.1 | εἰς τὸν ναὸν τῆς θεοῦ ἀμύητον μὴ εἰσπορεύεσθα[ι]· |
| ἐὰν δὲ εἰσέλθηι, καθαίρειν ἀλεκτορίδι καὶ μετα- | |
| θύειν ἄλλον ἀλέκτορα τέλεον ἐπὶ τὸν τῆς Μοίρας | |
| βωμόν, καὶ καθαίρειν τὴν ἱέρειαν ἢ τὸν νεωκόρον̣ | |
| 5 | ἢ τῶν τὰ ἱερὰ αἰρουσῶν τινά, καὶ φέρειν δύο χοίν[ι]- |
| ⸏κας ἄρτων, οἴνου κοτύλας ὀκτὼ εἰς τὸν κρατῆρα· | |
| εἰς τὸ πρόθυρον μὴ εἰσπορεύεσθαι ἀμύητον, ἐ{α}- | |
| ὰμ {²⁶εὰμ}²⁶ μὴ εὐχάς τις βούληται ποήσασθαι· καὶ ἱμά[τι]- | |
| α ἔχειν καθαρά, καὶ ἐξαγνεύσῃ τὰς τρεῖς ἡμέ[ρας] | |
| 10 | ἀπὸ πάντων τῶν προγεγραμμένων· φέρειν δὲ̣ [ἐ]- |
| πὶ ταῖς εὐχαῖς ἐλαίου ἡμικοτύλιον ἐπὶ λύχνον, | |
| ⸏ὀβολόν, δαΐδας, λιβανωτόν, σπονδήν· vacat | |
| εἰς τὸ πρόθυρον ἐάν τις εἰσέλθηι τῶν ἀμυήτ[ων], | |
| καθαίρειν ἀλέκτορι ἢ ἄρσενι ἢ θηλείαι, μεταθύειν̣ | |
| 15 | δὲ σκέλος οὗ ἂμ βούληται, πλὴν χοιρέου, καὶ λαγάνω̣ν̣ |
| ⸏τρεῖς χοίνικας ἀττικὰς καὶ οἴνου ἡμίχουν· vacat | |
| ἀγείρειν ‵νουμηνίᾳ′ μηνὸς Ἰτωνίου ἐπὶ τὰς ἅλους· εἰς δὲ οἰκίαν | |
| μὴ ἀγείρειν μηδὲ εἰσφέρειν τὰ ἱερά, ἐὰμ μὴ τριῶν ἡμε̣- | |
| ρῶν προείπ̣ῃ· ‵ἀγείρειν δὲ τῆι δεκάτηι ἕως δωδεκάτης′· ἐὰν δέ τις τῶν φοιβατριῶν ταῦτα ‵μὴ′ ποιῆι, ἀπο- | |
| 20 | ⸏τινέτω εἰς τὸ ἱερὸν ἄρνα καὶ τὰ ἐπὶ τούτωι τὴν θυσίαν· |
| ἐπιγραφὴ εἰς τὸ περίστυλον· προθῦσαι πρώτηι τῆι Φυλ[α]- | |
| ⸏κῆι καὶ τῶι Μηνὶ θύματα, λιβανωτόν· vacat | |
| ἐὰν δέ τις θυσίαν βούληται θύειν ἀλέκτορας λευκούς, θ[ύ]- | |
| ειν τῶι μὲν Μηνὶ ἄρσενας, τῆι δὲ Φυλακῆι θηλείας, καὶ ἐὰν ἀρ- | |
| 25 | νία θ<έ>λῃ, τὸν αὐτὸν τρόπον· εἰσπορεύεσθαι δὲ εἴσω τὴμ μὲν λ[ο]- |
| χοῦ τριακοσταίαν, τὴν δὲ διαφθείρουσαν τετταρακοσταίαν̣, | |
| ἀπ’ ἀνδρὸς δὲ λελουμένην κατὰ κεφαλῆς, ἀπὸ τῶν δὲ κατὰ | |
| φύσιν ἑβδομαίαν· ἐὰν δέ τις εἰσέλθηι μὴ ἁγνεύσας τῶν προ- | |
| γεγραμμένων, καθαράτω τοὺς βωμοὺς νοσσῶι ἀλέκτο- | |
| 30 | ρος, καὶ ἐπιθυσάτω ἐπὶ τοῦ τῆς Φυλακῆς βωμοῦ ὄρνιθα θή- |
| λειαν ἢ ἀποπυρίδα, μνᾶν κρεῶν ὁποίων ἂν θέληις πλὴν χοιρέ- | |
| ων καὶ χοίνικα λαγάνων καὶ εἰς τὸν κράτηρα οἴνου κοτύλας | |
| τέσσαρας· καθαίρειν δὲ τὸν νεωκόρον ταῦτα καὶ τῶν φοι- | |
| βατριῶν ἥτις ἂμ παρῆι· ∶ ἐὰν δέ τις θύειν βούληται τῆι θεῶι ἑλ- | |
| 35 | ληνικῶι νόμωι, ἔ̣ξεστι ὃ τι ἂμ βούληται πλὴν χοίρου· ἐπὶ δὲ τῆ[ι] |
| θυσίαι, φέρειν δεῖ ἐπὶ τὴν τράπεζαν τὰ ἐπιτιθέμενα χοίνικα λαγάνων, | |
| ὁμόρας χοίνικα, καὶ τριώβολον εἰς θησαυρὸν καὶ ἐλαίου ἐπὶ λύχνον κοτύ- | |
| λην καὶ εἰς κρατῆρα οἴνου χοᾶ· ἀπὸ τοῦ ἱεροῦ, τὸ στῆθος ἑφθὸν ἐπὶ τὴν | |
| τράπεζαν καὶ τὸ σκέλος ὠμὸν τῆι ἱερείαι· τὰ σπλάγχνα ἕψειν, ἧπαρ καὶ | |
| 40 | πλεύμονα καὶ φρένας καὶ νεφρὸν ἀριστερὸν καὶ γλῶσσαν· τὸν δὲ δεξιὸν |
| νεφρὸν καὶ ἀκροκόλιον δεξιὸν καὶ καρδίαν καὶ ἐπίπλουν καὶ τὸ σκέλο[ς] | |
| τὸ ἀπὸ τοῦ στήθους καὶ τῆς κέρκου̣ τὸ νομιζόμενον εἰς ἱερὰ ἐπὶ τὸ πῦρ· | |
| ταῦτα ποήσας καὶ ἀποθύσας, φερέτω ἄλλο ἱερεῖον οὗ ἂμ βούλη- | |
| ⸏ται καὶ ἐσθιέτω ὁ βουλόμενος ∶ ἂν δέ τις τραπεζοπλησίαν βού- | |
| 45 | ληται ποιεῖν τῆι θεῶι τελέαν, πρόβατον τέλεον, ἄρσεν ἢ θῆλυ, vacat |
| ἕψειν δὲ ὅλον, ὁμόρας [χ]οίνικας δύο, λαγάνων χοίνικας τέσσαρας, | |
| οἴνου χοῦς δύο, εἰς τὸν θησαυρὸν δραχμήν, ἐλαίου κοτύλην ἐπὶ | |
| ⸏λύχνον καὶ ἀτέλε[στ]ος τούτων οὐ γεύεται· ∶ ἐάν τις πανημερί- | |
| σαι βούληται τῆι θεῶι, ἄριστον φερόμενος ὅ τι ἂν βούληται, πλὴγ̣ | |
| 50 | ⸏χοιρέων κρεῶν, καὶ ἐπὶ λύχνον ἐλ̣[αί]ου ἡμικοτύλιον· vacat |
| πρὸς τὸ οὖας τῆς θεοῦ καὶ τὰς χα[ίτα]ς̣, λ[ι]β̣ανωτόν, σμύρναν, θυ- | |
| ⸏μίαμα, ἀρώματα, μύ̣ρον ῥόδινον, τρι̣ώ̣β[ο]λ[ο]ν εἰς θησαυρόν· vacat | |
| ἐὰν δὲ ὄρνιθά τις θύηι ἢ χῆνα, τῆς μὲν ὄρνιθος εἰς τὸν θησαυρὸν ὀβο- | |
| λόν, τοῦ δὲ χηνὸς τριημιωβέλια, τὰ σκέλη ἐπὶ τὴν τράπεζαν καὶ τὰ | |
| 55 | ἔνδον, τὰ δ’ ἄλλα ἀποφερέτω ὅπου ἂν βούλητ[α]ι· φερέτω δὲ καὶ οἴνου |
| ⸏κοτύλας τέσσαρας, λαγάνων χοίνικα, ἐλ[α]ίου ἡμικοτύλιον· vacat | |
| ἐὰν δέ τις βοῦν βούληται θύειν, φέρειν ἐπὶ τὴ[ν] τράπεζαν λαγάνων χοί- | |
| νικας τρεῖς, ὁμόρας χοίνικα, οἴνου χοὰς δύ[ο, ἐλ]αίου κοτύλας δύο, ξύλα | |
| τὰ ἱκανά, εἰς τὸν θησαυρὸν χρυσοῦν καὶ τὰ ἱερὰ ἐξαιρεῖν καθάπερ τῶν | |
| 60 | ⸏προβάτων· ∶ ὅσοι ἂν βούλωνται Νισαναίοις ἢ Ἀλουλαίοις θύειν, εἰς τὴν πομ- |
| πὴν τὸ ἱερεῖον ἄγειν· ἔστω δὲ ἡ πομπὴ Νισαναίοις μὲν ἐὰν ἡ θεὸς ἀπὸ | |
| ποταμοῦ ἔλθηι, τῆι αὔριον, Ἀλουλαίοις δὲ τῆι ἑπτακαιδεκάτηι τὸ πρωΐ· | |
| εἰς νύκτα δὲ λαμπαδεύεσθαι· πέμπειν δὲ τὸμ βουλόμενον, αὐθημε- | |
| ⸏ρὶ λελουμένον κατὰ κεφαλῆς καὶ εἰσπορεύεσθαι ἕως τοῦ ἱεροῦ τῆς Φυλακῆς· | |
| 65 | ἐὰν δέ τις ὁλοκαυτῆσαι βούληται κριὸν τέλ%⁸⁰%⁸⁰εον, εἰ δὲ μή, ἄρνα ἄρσενα· ἐπὶ |
| μὲν τοῦ τελείου στατῆρα εἰς τὸν θησαυρόν, ἐπὶ δὲ τοῦ ἀρνός, αἰγιναίαν, ξύ- | |
| λα τὰ ἱκανὰ ἐπὶ τούτωι, οἴνου χοῦν εἰς τὸν κρατῆρα, ἐπὶ τράπεζαν λαγά- | |
| νων χοίνικα, ὁμόρας χοίνικα, βασισὰ Βαρουτά (?), λιβανωτόν, σμύρνα[ν], ἐλαί- | |
| ⸏ου κοτύλην ἐπὶ λύχνον· ἐὰν δέ τις χῆνα ὁλοκαυτῆται, εἰς τὸν θησαυρὸν | |
| 70 | ὀβολοὺς δύο, ξύλα τὰ ἱκανά, δᾶιδα, οἴνου εἰς τὸν κρατῆρα κοτύλας τέσσα- |
| ρας, ἐλαίου ἐπὶ λύχνον ἡμικοτύλιον, βασισὰ Βαρουτά (?), λιβανωτὸν | |
| σμύρναν· ἐάν τις τρύββαν ἢ ὄρτυγα ὁλοκαυτῆται τρία ἡμιωβέλια εἰς τὸν | |
| θησαυρόν, τὰ δὲ ἄλλα ταὐτά{ΤΑ}περ {²⁶ταὐτάπερ}²⁶ ἐπὶ τοῦ χηνός· ∶ πρὸς δὲ τὸμ βωμὸν τὸν | |
| μέγαν ἀτέλεστον μὴ προσιέναι, μηδὲ ἀλεκτορίδα θύειν ἐπ’ αὐτοῦ· μ<η>δ’ | |
| 75 | ὠιὸν προσφέρειν· ἄλλ’ ὅταν τις τῆι θεῶι ἀλεκτορίδα θύηι ἐπὶ τὸν τῆς Μοίρας |
| βωμόν, καὶ προπορευέσθω ὁ βουλόμενος ἐπὶ τὸν τῆς Μοίρας καὶ Ἡλίου βωμόν· | |
| ἐὰν δέ τις προσέλθηι πρὸς τὸν μέγαν βωμὸν ἀτέλεστος, καθαιρέτω κατὰ τὴν | |
| προγεγραμμένην τοῦ περιστύλου κάθαρσιν· ∶ ὡσαύτως δὲ φυλασσέσθωσαν | |
| καὶ ἀπὸ τοῦ Αδαρα καὶ Λιλλα βωμοῦ· ἐάν τις ἅψηται, καθαιρέτω κατὰ τὴν προ- | |
| 80 | γραφὴν τοῦ περιβόλου· ἐὰν δέ τις ἐν τῶι περιστύλωι ἢ οὐρήσει ἢ αἷμα ποήσει, |
| καθαιρέτω τὸν προγεγραμμένον καθαρμόν vacat |