Dedicatory epigram for Pallas Athena.  Base of Pentelic marble.
[ ] Attica — Athens — Akropolis — mid-2nd c. BC — IG II² 3474 — DNO 5 (2014) 3617
See also:
1 Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναὸν /
ἅδε τοι ἱδρύθη Φιλτέρα ἱρ[οπόλ]ος, /
Βουταδέων ἐτύμων ἐξ αἵ[ματος], ἇς γενέτωρ μὲν /
ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος, /
5 τοὶ πρόγονοι δ’ ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος /
χὡ χθονὶ τιμάεις Ἀτθίδι Διογένης· /
ὧν τῶι μὲ[ν] ῥήτωρ λόγος ἅνδανεν, οὗ δὲ δι’ ἔργα /
ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν.
            vacat 0,055
9 [Εὔ]χειρ καὶ Εὐβουλίδης Κρωπίδαι ἐποίησαν.
Search Help
Contact Us