Hymns for Asklepios, Hygieia, and Telesphoros.  Stele of Pentelic marble with incised pediment.
[ ] Attica — Athens, area of [Kassel] — 3rd c. AD — IG II² 4533 w. Add. p. 353 — W.D. Furley, J.M. Bremer, Greek Hymns (2001) 234-236, 7.6, 7.7
See also:
I.1             ἀγαθῇ τύχῃ·
ἔγραιω, Παιήων Ἀσκληπιέ, κοίρανε λαῶν, /
Λητοΐδου σεμνῆς τε Κορωνίδος ἠπιόφρων
παῖ, / ὕπνον ἀπὸ βλεφάρων σκεδάσας εὐχῶν
5 ἐπάκουε / σῶν μερόπων, οἳ πολλὰ γεγηθό-
τες ἱλάσκονται / σὸν σθένος, ἠπιόφρων Ἀσ-
κληπιέ, πρῶτον Ὑγείαν· / ἔγραιω καὶ τεὸν ὕ-
μνον, ἰήιε, καίκλυτι· χαῖρε.
              vacat 0,015
II.9 Ὑγεία, βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σοῦ νέ-
10 ιν τὸ λειπόμενον / βίου· σὺ δέ μοι πρόφρων
ξυ<ν>είη<ς>. / ἠ δ’ αὖθις ἢ πλούτου χάρι<ς> ἢ τεκέ-
ων, / ἠ δ’ αὖθις εὐδαίμονος ἀ<ν>θρώπο<ι>ς βασιλη-
ίδος ἀρχᾶς ἢ π<όθω>ν, / <οὓς> ζυγίης Ἀφροδείτας ἕλ-
κεσι θηρεύομεν· / ἠ δέ τις ἄλλα θεόθεν ἀν-
15 θρώποισι τέρψι<ς> ἢ πόνων ἀ<μπν>οὰ <π>έ<φ>αν-
ται, / μετὰ <σ>ῖ<ο>, μάκε[ρ’] Ὑγεία, / τέθαλε καὶ [λάμ]-
πει Χαρίτων ὄα[ρ]ο[ι]· / σέθεν δὲ χωρὶς οὔ[τις]
εὐδαίμων ἔφυ.               vacat
               vacat 0,011
III.19 νέ<ον> θάλος ἄφθιτον [․․․․․11․․․․․․] Τελεσφό-
20 ρε, σὰς ἀρετὰ<ς> [․․․․․․13․․․․․․․] πάνσοφε
λυσιπονοι̣[․․․․․․․․․18․․․․․․․․․]ενε δε͂-
μον [․․․․․․․․․․․․24․․․․․․․․․․․․]Α θά-
νατον λ<αθ>ικηδ[․․․․․․13․․․․․․․ πάγ]γλωσ-
σα γένη / μερόπων ἀνεγείρατε ἐκ <κ>αμάτων /
25 βαρυαλγέα νοῦσον ἀπωσαμένω· / Π[αι]ὰν δὲ
γέγηθεν ἀκειρεκόμης / νέον ἔρνος [ἔ]χων σε,
Τελεσφόρε, τὸν πέρι Κὴρ ἔστη, / καὶ π[ο]λλάκις σε-
μνὰ θεοῦ καμάτου / βροτὸν ἐς φ̣[άο]ς εὔδ[ι]-
ον αὐτὸς ἄγων / μετὰ <σ>οῦ βαρυαΝ̣[․․․]Ι Ι[․]Ο̣[․?․]
IV.30 ἴδη χαῖρέ μοι, ὦ ἰώμενος, ὦ πολύ[τει]μ̣ε, / παῖ[<ζε>, Τε]-
<λ>εσφόρε, παῖζ’, ἰέ, σύ γε γηθοσύ[νοι]σ̣[ι / <σοῖς>] περὶ φαι-
δρὰ πρόσωπα γέλωτα χέις ἱερεῦ̣[σι]ν· / ὑμναίο-
μέ̣ν σε, μάκαρ, φαεσίνβροτε, τῶδορ ἐάω<ν>, / Παιᾶ-
νος ἵδρυμα, Τελεσφόρε κλεινέ, δα̣ῆ̣[μο]ν· / καί σε Ἐπι-
35 δαύριοι μὲν ἀλεξιχόροισιν ἀοι[δ]αῖς / γηθ[ό]συνοι
μέλπουσιν, ἄναξ, Ἀκέσιν καλέοντες, / οὕ<ν>ε<κ>’ ἄ<κ>ος θν[η]-
τοῖσι φέρεις <σ>τυγερῶν ὀδυνάων, / Κεκροπίδ<αι δ’> ᾄδουσι Τελε[σ]-
φόρον, ἐξότε γέ̣ῃ / νοῦσον ἀπωσάμενος πυροφ<θ>όρον ἐς
τέλος αὐτοῖ<ς> / εὐτοκ[ί]ην ταχέως λαθι[κ]ηδέα, δαῖμον, ἔθη-
40 κας· / οὐ μὰν [το]ῦδε χάριν σε, Τελεσφόρε, ᾄδομεν οἶον, / ἀλλ’ ὅτι κ[αὶ]
Παιᾶν̣ο̣ς̣ ἀκειρεκόμου θεραπείαις / ζωοφόρον ϹΕΘ̣[․․․․]
ἰὼ μάκαρ, αὐτὸς ὁ Βάκχος.
Search Help
Contact Us