Hymn to Asklepios.  Stele (cippus) of Hymettian marble.
[ ] Attica — Athens — Asklepieion — mid-2nd c. AD — IG II² 4514 — G. Schörner, Votive (2003) 50
See also:
1     Διοφάντου (τοῦ Διοφάντου) Σφητ(τίου)·
τάδε σοὶ ζάκορος φίλιος λέγω
  Ἀσκληπιέ, Λητοΐδου πάϊ·
  πῶς χρύσεον ἐς δόμον ἵξομαι
5   τὸν σόν, μάκαρ ὦ πεποθημένε,
  θεία κεφαλά, πόδας οὐκ ἔχων,
  οἷς τὸ πρὶν ἐς ἱερὸν ἤλυθον,
  εἰ μὴ σὺ πρόφρων ἐθέλοις ἐμέ
  ἰασάμενος <π>άλιν εἰσάγειν,
10   ὅππως σ’ ἐσίδω, τὸν ἐμὸν θεόν,
τὸν φαιδρότερον χθονὸς εἰαρινᾶς;
            𐆖
12 τάδε σοὶ Διόφαντος ἐπεύχομαι·
  σῶσόν με, μάκαρ, σθεναρώτατε,
  ἰασάμενος ποδάγραν κακήν,
15   πρὸς σοῦ πατρός, ὧι μεγάλ’ εὔχομαι·
  οὐ γάρ τις ἐπιχθονίων βροτῶν
  τοιῶνδε πόροι λύσιν ἀλγέων.
  μόνος εἶ σύ, μάκαρ θέιε, σθένων·
  σὲ γὰρ θεοὶ οἱ πανυπείροχοι
20   δῶρον μέγα, τὸν φιλελήμονα,
  θνητοῖς ἔπορον, λύσιν ἀλγέων.
            𐆖
22 [τρίσμ]α̣καρ, ὦ Παιὰν Ἀσκληπιέ, σῆς ὑπὸ τέχνης
[ἰα]θεὶς Διόφαντος ἀνίατον κακὸν ἕλκος
οὐκέτι καρκινόπους ἐσορώμενος οὐδ’ ἐπ’ ἀκάνθας
25 ὡς ἀγρίας βαίνων, ἀλλ’ ἀρτίπος, ὥσπερ ὑπέστης.
Search Help
Contact Us