Funerary epigram for Xenokles, son of Heragoras.  Stele of white marble. Now missing.
[ ] Kalymna Isl. — Kalymnos (Pothia) — Ch. of Panagia — 2nd c. BC — ClRev (1902) 102 — M. Segre, Tit. Cal. (1952) 219 — W. Peek, GVI 1 (1955) 946
See also:
[Ἡραγόρας — — — τὸν υἱόν, καὶ — — — Ἡραγόρα]
         τὸν ἀδελφὸ[ν]
            θεοῖς.
ἓξ ἔτεσιν <λ>ίπον<τ>α δι<π>λῆς δεκάδο[ς λυκαβάντων]
ἅρπασεν ὠκύπλους ἁ νεκύων ἄκατος·
5 ἐς μακάρων δέ με χῶρον ἐθήκατο, ματρὶ δὲ δῶ[κε]
δῶρον, ἐπεὶ προτέρα γ’ ἦλθ’ Ἀΐδαο μυχούς·
πατρὸς δὲ στοργά με κασιγνήτου τε πρὸς αὐγὰς
ἀελίου μορφὰν θῆκε τυπωσαμένα·
οὔνομα δὲ κλεόμαν Ξενοκλῆς, δῆμος δὲ Κάλυμν[α],
10 Κῶι δὲ πάτρα, γενέτωρ δ’ ἐστί μου Ἡραγόρας.
Search Help
Contact Us