Decree honoring the demos of Iasos and five Iasian judges. Stele of white marble (a), broken at the bottom, and two small, joining fragments (b, c).
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — late 3rd c. BC — M. Segre, Tit. Cal. (1952) 61 — IK Iasos II (1985) T55 — JAC 9 (1994) 53, 5
See also:
vacat 0,01 | |
[ἔδοξε τᾶι] βουλᾶι καὶ τῶι δάμωι, [γνώ]μα προσ[τα]- | |
[τᾶν· ἐπεὶ Εὐ]ελπίδας Ἀρατίωνος ἐπελθὼν ἐπί | |
[τε τὰν βο]υλὰν καὶ τὸν <δ>ᾶμον ἐμφανίζει τὸν δᾶμο[ν] | |
[τὸν] Ἰασέων ἔν τε τῶι πρότερον χρόνωι διατε- | |
5 | [λεῖ]ν πᾶσαν εὔνοιαν παρεχόμενον τῶι <δ>άμωι̣ |
[τῶι Κ]αλυμνίων, καὶ νῦν πρεσβευτὰν ἀποστε[ι]- | |
[λάν]των ποθ’ αὑτὸν ἀξιώσοντα δόμεν δικαστὰ[ς] | |
[ἄνδρα]ς πέντε, οἵτινες παραγενόμενοι εἰς Κά- | |
[λυμν]αν μάλιστα μὲν διαλυσοῦντι τοὺς δ[ια]- | |
10 | [φερομέ]νους τῶν πολιτᾶν· εἰ δὲ μή, διακρινεῦ̣[ν]- |
[τι, ἀπέστει]λε ἄνδρας καλοὺς κἀγαθούς, οἳ πᾶ- | |
[σαν σπουδ]ὰν ἐποιήσαντο τοῦ διαλυθέντα[ς <τοὺς πολείτας>] | |
[τὰ ποτ’ αὐτο]ὺς μεθ’ ὁμονοίας πολιτεύεσθαι· ὅπω̣[ς] | |
[οὖν ὁ δᾶ]μος ὁ Καλυμνίων φαίνηται χάριν ἀπ̣[ο]- | |
15 | [διδοὺς τοῖς] εὐεργετοῦσιν αὑτὸν καὶ πολλοὶ π[ρο]- |
[αιρῶνται κα]ὶ λέγειν καὶ πράσσειν τὰ δέοντα ὑ- | |
[πὲρ τοῦ πλήθ]ους τοῦ Καλυμνίων, εἰδότες ὅτ[ι] | |
[ὑπαρξεῦντι α]ὐτοῖς τιμαὶ κατάξιαι ὧν κα εὐερ[γε]- | |
[τήσωντι, δ]εδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[π]- | |
20 | [αινέσαι τὸν δ]ᾶμον τὸν Ἰασέων ἀρετᾶς ἕνεκ[α] |
[καὶ εὐνοίας ἃ]ν ἔχων διατελεῖ ποτὶ τὸ πλῆθ[ος] | |
[τὸ Καλυμνί]ων, καὶ στεφανῶσαι αὐτὸν χρυ- | |
[σῶι στεφάνω]ι τῶι ἐκ τοῦ νόμου· ἐπαινέσαι δὲ | |
[καὶ τοὺς δικαστ]ὰς τοὺς ἀποσταλέντας Ἑκαταῖ[ον] | |
25 | [Θεοδώρου, Λύσ]αν<δ>ρον Ἀριστοκρίτου, Αὐτοκλέ[α] |
[Λέοντος, ․․․․]αΐσκον Θεοδότου, Δράκοντα Κεφά[λου], | |
[διότι ὑπαρχόν]των πλειόνων ἐνκλημάτων ἀξι[οχρέ]- | |
[ων κ]αὶ ἰδ[ίων] καὶ δαμοσίων ἐξ ἐτῶν πλειόνω[ν] | |
[τὰ] μ̣ὲν πλ[ε]ῖστα διέλυσαν καλῶς καὶ συμ[φε]- | |
30 | [ρόν]τως τ[ῶ]ι δάμωι, τὰ δὲ διέκριναν δικαίως κα[ὶ] |
[κατ]ὰ τοὺς νόμους ὄντες ἀνερίθευτοι, ὧν γεν[ο]- | |
[μέ]ν̣ων συμβαίνει τοὺς πολείτας εἰς ὁμόν[οι]- | |
[αν κ]αθεστάκειν· στεφανῶσαι δὲ αὐτοὺ[ς] | |
[χρυ]σῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου· δεδό- | |
35 | [σθαι δ]ὲ̣ κ̣[αὶ πο]λειτείαν Ἑκαταίωι Θεοδώρου |
[καὶ ․․․․αΐσκωι] Θεοδότου καὶ αὐτοῖς καὶ ἐκγόνο[ις] | |
[ἐν Καλύμναι· ἐ]πειδὴ ὑπάρχει πολιτεία διὰ πρ̣[ο]- | |
[γόνων Λυσά]νδρωι Ἀριστοκρίτου, Αὐτοκλε[ῖ] | |
[Λέοντος, Δράκο]ν̣τ̣ι̣ Κεφά<λ>ου, [ἦ]μεν δὲ [κα]ὶ προ- | |
40 | [ξένους — — — — — — — — — — — — — — — —] |