Decree honoring the demos of Iasos and five Iasian judges.  Stele of white marble (a), broken at the bottom, and two small, joining fragments (b, c).
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — late 3rd c. BC — M. Segre, Tit. Cal. (1952) 61 — IK Iasos II (1985) T55 — JAC 9 (1994) 53, 5
See also:
               vacat 0,01
[ἔδοξε τᾶι] βουλᾶι καὶ τῶι δάμωι, [γνώ]μα προσ[τα]-
[τᾶν· ἐπεὶ Εὐ]ελπίδας Ἀρατίωνος ἐπελθὼν ἐπί
[τε τὰν βο]υλὰν καὶ τὸν <δ>ᾶμον ἐμφανίζει τὸν δᾶμο[ν]
[τὸν] Ἰασέων ἔν τε τῶι πρότερον χρόνωι διατε-
5 [λεῖ]ν πᾶσαν εὔνοιαν παρεχόμενον τῶι <δ>άμωι̣
[τῶι Κ]αλυμνίων, καὶ νῦν πρεσβευτὰν ἀποστε[ι]-
[λάν]των ποθ’ αὑτὸν ἀξιώσοντα δόμεν δικαστὰ[ς]
[ἄνδρα]ς πέντε, οἵτινες παραγενόμενοι εἰς Κά-
[λυμν]αν μάλιστα μὲν διαλυσοῦντι τοὺς δ[ια]-
10 [φερομέ]νους τῶν πολιτᾶν· εἰ δὲ μή, διακρινεῦ̣[ν]-
[τι, ἀπέστει]λε ἄνδρας καλοὺς κἀγαθούς, οἳ πᾶ-
[σαν σπουδ]ὰν ἐποιήσαντο τοῦ διαλυθέντα[ς <τοὺς πολείτας>]
[τὰ ποτ’ αὐτο]ὺς μεθ’ ὁμονοίας πολιτεύεσθαι· ὅπω̣[ς]
[οὖν ὁ δᾶ]μος ὁ Καλυμνίων φαίνηται χάριν ἀπ̣[ο]-
15 [διδοὺς τοῖς] εὐεργετοῦσιν αὑτὸν καὶ πολλοὶ π[ρο]-
[αιρῶνται κα]ὶ λέγειν καὶ πράσσειν τὰ δέοντα ὑ-
[πὲρ τοῦ πλήθ]ους τοῦ Καλυμνίων, εἰδότες ὅτ[ι]
[ὑπαρξεῦντι α]ὐτοῖς τιμαὶ κατάξιαι ὧν κα εὐερ[γε]-
[τήσωντι, δ]εδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[π]-
20 [αινέσαι τὸν δ]ᾶμον τὸν Ἰασέων ἀρετᾶς ἕνεκ[α]
[καὶ εὐνοίας ἃ]ν ἔχων διατελεῖ ποτὶ τὸ πλῆθ[ος]
[τὸ Καλυμνί]ων, καὶ στεφανῶσαι αὐτὸν χρυ-
[σῶι στεφάνω]ι τῶι ἐκ τοῦ νόμου· ἐπαινέσαι δὲ
[καὶ τοὺς δικαστ]ὰς τοὺς ἀποσταλέντας Ἑκαταῖ[ον]
25 [Θεοδώρου, Λύσ]αν<δ>ρον Ἀριστοκρίτου, Αὐτοκλέ[α]
[Λέοντος, ․․․․]αΐσκον Θεοδότου, Δράκοντα Κεφά[λου],
[διότι ὑπαρχόν]των πλειόνων ἐνκλημάτων ἀξι[οχρέ]-
[ων κ]αὶ ἰδ[ίων] καὶ δαμοσίων ἐξ ἐτῶν πλειόνω[ν]
[τὰ] μ̣ὲν πλ[ε]ῖστα διέλυσαν καλῶς καὶ συμ[φε]-
30 [ρόν]τως τ[ῶ]ι δάμωι, τὰ δὲ διέκριναν δικαίως κα[ὶ]
[κατ]ὰ τοὺς νόμους ὄντες ἀνερίθευτοι, ὧν γεν[ο]-
[μέ]ν̣ων συμβαίνει τοὺς πολείτας εἰς ὁμόν[οι]-
[αν κ]αθεστάκειν· στεφανῶσαι δὲ αὐτοὺ[ς]
[χρυ]σῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου· δεδό-
35 [σθαι δ]ὲ̣ κ̣[αὶ πο]λειτείαν Ἑκαταίωι Θεοδώρου
αὶ ․․․․αΐσκωι] Θεοδότου καὶ αὐτοῖς καὶ ἐκγόνο[ις]
[ἐν Καλύμναι· ἐ]πειδὴ ὑπάρχει πολιτεία διὰ πρ̣[ο]-
[γόνων Λυσά]νδρωι Ἀριστοκρίτου, Αὐτοκλε[ῖ]
[Λέοντος, Δράκο]ν̣τ̣ι̣ Κεφά<λ>ου, [ἦ]μεν δὲ [κα]ὶ προ-
40 [ξένους — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us