Citizenship decree for Moschion of Thera. Stele of white marble with upper molding, broken at the bottom.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo / Chr. of Jerusalem — aft. mid-3rd c. BC — Memorie F.E.R.T. III (1938) 37-38 — M. Segre, Tit. Cal. (1952) 8 — G.N. Koukoules, Hē Kalymna (1980) 32, 11
See also:
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, |
γνώμα προστατᾶν· ἐπειδὴ Νικό- | |
στρατος Νικοφάντου ἐμφανίζει̣ | |
Μοσχίωνα Μοιρίχου Θηραῖον εὔ- | |
5 | νουν ἦμεν τῶι δάμωι, καὶ νῦν τοῖς |
τεταγμένοις τῶν πολιτᾶν vacat | |
ἐν Μωγλοις εἰς ἃ παρεκάλουν | |
αὐτὸν χρείας παρεισχέσθαι αὐτοῖς | |
μετὰ πάσας προθυμίας ἀπροφα- | |
10 | σίστως· ὅπως οὖν καὶ ὁ δᾶμος φαίνη- |
ται χάριν ἀποδιδοὺς τοῖς εἰς αὑτὸν | |
προθυμίας μηθὲν ἐνλείπουσι καὶ | |
πολλοὶ προαιρῶνται εὐεργετεῖν | |
τὸν δᾶμον εἰδότες, ὅτι ὑπαρξεῦν- | |
15 | τι αὐτοῖς τιμαὶ παρὰ τοῦ δάμου |
κατάξιαι ὧν κα εὐεργετήσωντι· | |
ἦμεν δὲ αὐτῶι ἐν Καλύμναι | |
πολιτείαν, ἔνκτησιν, ἰσοτέλειαν, | |
προεδρίαν καὶ αὐτῶι καὶ ἐγγόνοις· | |
20 | ἐπικλαρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυ- |
λὰν καὶ δᾶμον τοὺς προστάτας· | |
ἔλαχε φυλᾶς Περιφιδᾶν, δάμου | |
Ποθαίων· ἀναγράψαι δὲ τόδε τὸ ψά- | |
[φισμ]α̣ ε̣ἰς στάλαν λιθίναν καὶ ἀ̣- | |
25 | [ναθέμεν εἰς τὸ ἱερ]ὸ̣ν̣ [τ]οῦ Ἀπόλλω- |
[νος — — — — — — — — — — —] |