Citizenship decree for Moschion of Thera.  Stele of white marble with upper molding, broken at the bottom.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo / Chr. of Jerusalem — aft. mid-3rd c. BC — Memorie F.E.R.T. III (1938) 37-38 — M. Segre, Tit. Cal. (1952) 8 — G.N. Koukoules, Hē Kalymna (1980) 32, 11
See also:
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
γνώμα προστατᾶν· ἐπειδὴ Νικό-
στρατος Νικοφάντου ἐμφανίζει̣
Μοσχίωνα Μοιρίχου Θηραῖον εὔ-
5 νουν ἦμεν τῶι δάμωι, καὶ νῦν τοῖς
τεταγμένοις τῶν πολιτᾶν vacat
ἐν Μωγλοις εἰς ἃ παρεκάλουν
αὐτὸν χρείας παρεισχέσθαι αὐτοῖς
μετὰ πάσας προθυμίας ἀπροφα-
10 σίστως· ὅπως οὖν καὶ ὁ δᾶμος φαίνη-
ται χάριν ἀποδιδοὺς τοῖς εἰς αὑτὸν
προθυμίας μηθὲν ἐνλείπουσι καὶ
πολλοὶ προαιρῶνται εὐεργετεῖν
τὸν δᾶμον εἰδότες, ὅτι ὑπαρξεῦν-
15 τι αὐτοῖς τιμαὶ παρὰ τοῦ δάμου
κατάξιαι ὧν κα εὐεργετήσωντι·
ἦμεν δὲ αὐτῶι ἐν Καλύμναι
πολιτείαν, ἔνκτησιν, ἰσοτέλειαν,
προεδρίαν καὶ αὐτῶι καὶ ἐγγόνοις·
20 ἐπικλαρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυ-
λὰν καὶ δᾶμον τοὺς προστάτας·
ἔλαχε φυλᾶς Περιφιδᾶν, δάμου
Ποθαίων· ἀναγράψαι δὲ τόδε τὸ ψά-
[φισμ]α̣ ε̣ἰς στάλαν λιθίναν καὶ ἀ̣-
25 [ναθέμεν εἰς τὸ ἱερ]ὸ̣ν̣ [τ]οῦ Ἀπόλλω-
[νος — — — — — — — — — — —]
Search Help
Contact Us