Honorific decrees for Metrodoros of Kardia (I) and Athenaios of Bargylia (II). Intact stele of white limestone with molding; two inscriptions in the same hand.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — mid-3rd c. BC — GIBM II (1883) 237 — M. Segre, Tit. Cal. (1952) 34 — G.N. Koukoules, Hē Kalymna (1980) 68, 36
See also:
I.1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, |
Θεύπομπος Θηβάδα εἶπεν· ἐπει- | |
δὴ Μητρόδωρος Ἀττάλου Καρδι- | |
ανὸς ἀνὴρ καλὸς κἀγαθὸς καὶ | |
5 | εὔνους ὢν διατελεῖ τῶι δά- |
μωι τῶι Καλυμνίων χρείας πα- | |
ρεχόμενος ἐν παντὶ καιρῶι | |
καὶ κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυν- | |
χάνουσι τῶν πολιτᾶν, δεδό- | |
10 | χθαι τῶι δάμωι· ἦμεν πολίταν |
Μητρόδωρον ἐν Καλύμναι, καὶ | |
ἔνκτησιν καὶ αὐτῶι καὶ ἐγγό- | |
νοις, μετέχουσι πάντων ὧν- | |
περ καὶ τοὶ ἄλλοι Καλύμνιοι με- | |
15 | τέχοντι· ἐπικλαρῶσαι δὲ αὐ- |
τὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶμον· ἔ- | |
λαχε φυλᾶς Θευγενιδᾶν, δά- | |
μου Ποθαίων· ταῦτα δὲ ἀναγρά- | |
ψαι εἰς στάλαν λιθίναν καὶ θέ- | |
20 | μεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· |
τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθή- | |
τω Θεύπομπος Θηβάδα. | |
vacat 0,018 | |
II.23 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμω[ι], |
Βλόσων Σωσαγγέλου εἶπεν· [Ἀ]- | |
25 | θήναιον Ἀπολλωνίου Βαργ̣[υλι]- |
ήτην εὔνουν ἦμεν τῶι δά̣[μωι] | |
τῶι Καλυμνίων χρείας παρ[εχό]- | |
μενο<ν> ἐν παντὶ καιρῶι καὶ [κοι]- | |
νᾶι καὶ ἰδίαι τοῖς ἐντυνχά[νουσι] | |
30 | τῶν πολιτᾶν, δεδόχθαι τῶι δ[ά]- |
μωι· ἦμεν πολίταν Ἀθήναιον | |
ἐν Καλύμναι καὶ αὐτὸν καὶ ἐγγό- | |
νους, μετέχοντας πάντων ὧν- | |
περ καὶ τοὶ ἄλλοι Καλύμνιοι μετέ- | |
35 | [χ]οντι· ἐπικλαρῶσαι δὲ αὐτὸν καὶ |
ἐπὶ φυλὰν καὶ δᾶμον· ἔλαχε | |
φυλᾶς Κυδρηλείων, δάμου | |
[Μ]έσου· ταῦτα δὲ ἀναγράψαι | |
ε̣ἰς στάλαν λιθίναν καὶ θέμεν | |
40 | εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς |
δὲ ἀναγραφᾶς ἐπιμεληθῆμεν | |
[Βλ]όσωνα Σωσαγγέλου. |