Honorific decrees for Metrodoros of Kardia (I) and Athenaios of Bargylia (II).  Intact stele of white limestone with molding; two inscriptions in the same hand.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — mid-3rd c. BC — GIBM II (1883) 237 — M. Segre, Tit. Cal. (1952) 34 — G.N. Koukoules, Hē Kalymna (1980) 68, 36
See also:
I.1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
Θεύπομπος Θηβάδα εἶπεν· ἐπει-
δὴ Μητρόδωρος Ἀττάλου Καρδι-
ανὸς ἀνὴρ καλὸς κἀγαθὸς καὶ
5 εὔνους ὢν διατελεῖ τῶι δά-
μωι τῶι Καλυμνίων χρείας πα-
ρεχόμενος ἐν παντὶ καιρῶι
καὶ κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυν-
χάνουσι τῶν πολιτᾶν, δεδό-
10 χθαι τῶι δάμωι· ἦμεν πολίταν
Μητρόδωρον ἐν Καλύμναι, καὶ
ἔνκτησιν καὶ αὐτῶι καὶ ἐγγό-
νοις, μετέχουσι πάντων ὧν-
περ καὶ τοὶ ἄλλοι Καλύμνιοι με-
15 τέχοντι· ἐπικλαρῶσαι δὲ αὐ-
τὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶμον· ἔ-
λαχε φυλᾶς Θευγενιδᾶν, δά-
μου Ποθαίων· ταῦτα δὲ ἀναγρά-
ψαι εἰς στάλαν λιθίναν καὶ θέ-
20 μεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος·
τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθή-
τω Θεύπομπος Θηβάδα.
      vacat 0,018
II.23 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμω[ι],
Βλόσων Σωσαγγέλου εἶπεν· [Ἀ]-
25 θήναιον Ἀπολλωνίου Βαργ̣[υλι]-
ήτην εὔνουν ἦμεν τῶι δά̣[μωι]
τῶι Καλυμνίων χρείας παρ[εχό]-
μενο<ν> ἐν παντὶ καιρῶι καὶ [κοι]-
νᾶι καὶ ἰδίαι τοῖς ἐντυνχά[νουσι]
30 τῶν πολιτᾶν, δεδόχθαι τῶι δ[ά]-
μωι· ἦμεν πολίταν Ἀθήναιον
ἐν Καλύμναι καὶ αὐτὸν καὶ ἐγγό-
νους, μετέχοντας πάντων ὧν-
περ καὶ τοὶ ἄλλοι Καλύμνιοι μετέ-
35 [χ]οντι· ἐπικλαρῶσαι δὲ αὐτὸν καὶ
ἐπὶ φυλὰν καὶ δᾶμον· ἔλαχε
φυλᾶς Κυδρηλείων, δάμου
[Μ]έσου· ταῦτα δὲ ἀναγράψαι
ε̣ἰς στάλαν λιθίναν καὶ θέμεν
40 εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς
δὲ ἀναγραφᾶς ἐπιμεληθῆμεν
[Βλ]όσωνα Σωσαγγέλου.
Search Help
Contact Us