Honorific decree for Andronikos of Knidos. Pedimental stele of white marble, broken at the bottom, in four joining fragments.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — mid-3rd c. BC — GIBM II (1883) 232 — M. Segre, Tit. Cal. (1952) 29 — G.N. Koukoules, Hē Kalymna (1980) 56, 31
See also:
vacat 0,08 | |
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, | |
γνώμα προστατᾶν· ἐπειδὴ Ἑρμό- | |
λυκος Καλλισθένευς ἐπελθὼν | |
ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμον | |
5 | ἐμφανίζει Ἀνδρόνικον Μενε- |
[κ]λ̣εῦς Κνίδιον εὔνουν ἦμεν τῶι | |
[δά]μωι τῶι Καλυμνίων καὶ τοῖς ἐν- | |
[τυνχά]νουσι τῶν πολιτᾶν χρείας | |
[παρεχόμε]ν̣ο<ν> ἀπροφασίστως κατὰ | |
10 | [δύναμιν τὰν α]ὐτοῦ, οὐθὲν ἐλλείπον- |
τ̣α̣ [προ]θ̣υμίας· ὅπως οὖν φαίνηται ὁ δ[ᾶ]- | |
μος τιμῶ̣ν τοὺς εὐεργετεῖν 〚․․․․․〛 | |
προαιρουμένους αὑτὸν κα̣ὶ̣ τοὶ αἱρο[ύ]- | |
μενοι τὰς χρείας [π]αρέχεσθαι τ[ῶι δά]- | |
15 | μωι τῶι Καλυμνίων εἰδῶντι, ὅτι ὑπ[αρ]- |
ξεῖ αὐτοῖς πάντα τὰ τίμια παρὰ τοῦ | |
πλήθους τοῦ Καλυμνίων κατὰ δύνα- | |
μιν τὰν αὐτῶν, ἀγαθᾶι τύχαι, δεδό- | |
χθαι τῶι <δ>άμωι· πολίταν ἦμεν Ἀνδρό- | |
20 | ν̣ικον Μενεκλεῦς Κνίδιον καὶ αὐτὸν |
καὶ ἐκγόνους, μετέχοντας πάντων | |
ὧνπερ καὶ τοὶ ἄλλοι Καλύμνιοι· ἐπικλα- | |
ρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶ- | |
μον· τοὺς δὲ προστάτας ἀναγράψαι τὸ | |
25 | ψάφισμα εἰς στάλαν λιθίναν καὶ θέ- |
μεν εἰς τ<ὸ> ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς | |
δὲ ἀναθέσεως καὶ τᾶς ἀναγραφᾶς ἐ- | |
πιμεληθῆμεν Ἑρμόλυκον Καλλισθέ- | |
νευς· ἐπεκλαρώθη ἐπὶ φυλὰν καὶ δᾶ- | |
30 | [μ]ον· ἔλαχε φυλᾶς Κυδρηλείων, δάμου |
Ἀμφιπετρᾶν. |