Honorific decrees for Aristogenes of Alexandria (I) and Philistidas of Athens (II).  Intact stele of white marble, in four joining fragments.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — ca. 300-250 BC — Chiron 48 (2018) 175, 4
I.1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
Ἀγαθοκλῆς Θεαρήτου εἶπε· ἐπειδὴ
Ἀριστογένης Ἀριστίωνος Ἀλε-
ξανδρεὺς ἀνὴρ καλὸς κἀγαθὸς
5 καὶ εὔνους ὢν διατελεῖ εἰς τὸν δᾶ-
μον τὸν Καλυμνίων χρείας παρε-
χόμενος ἐμ παντὶ καιρῶι· εἶμεν
αὐτῶι ἐν Καλύμναι πολιτείαν,
ἔνκτησιν, ἰσοτέλειαν, προεδρί-
10 αν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐν πο-
λέμωι καὶ ἐν ε[ἰ]ράναι καὶ αὐτῶι καὶ
ἐγγόνοις· ταῦτα δὲ ἀναγράψαι εἰς
στάλαν λιθίναν καὶ [θ]έ̣μ̣ε̣ν εἰς
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ἐπι[κ]λ[α]-
15 ρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὰν ἤδ[η]·
ἐν ἇι δέ κα λάχηι φυλᾶι, ἐνταῦτα
φυλετευέσθω· ἔλαχε φυλᾶ<ς> Βουφαγιδ̣[ᾶν].
            vacat 0,017
II.18 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, Φί[λη]-
τος εἶπε· ἐπειδὴ Φιλιστίδας Πυθ[ο]-
20 κλεῦς Ἀθηναῖος ἀνὴρ καλὸς κἀγ[α]-
θὸς γεγένηται περὶ τὸν δᾶμον
τὸν Καλυμνίων χρείας παρε-
χόμενος ἐμ παντὶ καιρῶι τῶν π[ο]-
λιτᾶν τοῖς ἐντυγχάνουσιν αὐ-
25 τῶι, δεδόχθαι τῶι δάμωι· πολίταν ἦ̣-
μεν Φιλιστίδαν Πυθοκλεῦς Ἀθην̣[αῖ]-
ον αὐτὸν καὶ ἐγγόνους, μετέχοντ[α]
πάντων ὧν καὶ Καλύμνιοι μετέχο[ν]-
τι ἐπὶ ἰσοτελείαι· ἐπικλαρῶσαι δ̣[ὲ]
30 αὐτὸν καὶ ἐπὶ φυλάν· ἔλαχε φυλ[ᾶς]
Κ̣υδρηλείων. ταῦτα δὲ ἀναγράψα[ι]
εἰς στάλαν καὶ θέμεν εἰς τὸ ἱερὸν
τοῦ Ἀπόλλωνος.
   vacat 0,085
Search Help
Contact Us