Three honorific decrees.  Nearly intact stele of white marble, in four joining fragments.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — aft. mid-4th c. BC — GIBM II (1883) 245 — M. Segre, Tit. Cal. (1952) 1 — G.N. Koukoules, Hē Kalymna (1980) 6, 2
See also:
I.1 ἔδοξε τᾶι ἐκκλησίαι τᾶι Καλυ-
μνίων, μηνὸς Ἀρταμιτίου, ἐπ’ Ἀ-
ριστολαΐδα· Παρμενίσκον τὸν Ἀ-
λεξιδίκου ἦμεν εὐεργέταν καὶ̣
5 πρόξενον Καλυμνίων καὶ αὐτ[ὸν]
καὶ γένος ἀεί, καὶ ἦμεν αὐτοῖς ἔγ-
κτησιν ἐγ Καλύμναι καὶ ἀτέλειαν̣
τῶν ἐξαγομένων καὶ ἐσαγομένων
καὶ ἐμ πολέμωι καὶ ἐν ἰράναι.
         vacat 0,03
.10      θεός·
         vacat 0,05
11 ἔδοξε τᾶι ἐκκλησίαι τᾶι Καλυμνί-
ων, μηνὸς Καρνείου, ἐπὶ Λευκάρου·
Διοσκουρίδαν τὸν Δελφὸν καὶ Ἀλε-
ξίδικον εὐεργέτας καὶ προξένους
15 ἦμεν Καλυμνίων καὶ αὐτοὺς καὶ ἐκγό-
νους, καὶ ἦμεν αὐτοῖς ἐγ Καλύμναι
ἀτέλειαν τῶν ἐσαγομένων καὶ ἐξα-
γομένων καὶ ἔσπλον καὶ ἔκπλον καὶ
ἐμ πολέμωι καὶ ἐν ἰράναι.
         vacat 0,02
.20 ἔδοξε Καλυμνίοις· Νικόμαχ-
ον Ἀλκαίου Σικυώνιον πρό-
ξενον Καλυμνίων ἦμεν καὶ̣
αὐτὸν καὶ ἐγγόνους, καὶ ἦμε-
ν αὐτοῖς ἀτέλειαν καὶ ἔσπλ-
25 ουν καὶ ἔκπλουν καὶ ἐμ πολ-
έμωι καὶ ἐν εἰράν̣αι.
Search Help
Contact Us