Honorific decree for Hegemandros (of Miletos).  Pedimental stele of white marble, broken at the bottom.
[ ] Milesian Isl. — Patmos Isl. — Cave of the Apocalypse, nr. — early 1st c. BC — L. Ross, Inscr. Graecae I (1842) 70, 189 — Syll.³ 1068 — ASAA 41-42 (1963-64) 331, 32
See also:
1 ἐπὶ Σωπόλιος, Ἀρτεμισιῶ̣νος· v ἔδοξε τῷ κοι-
[ν]ῶι τῶν λαμπαδιστῶν τῶν ἐν Πάτμωι καὶ με-
τεχόντων τοῦ ἀλείμ̣ματος· ἐπ̣ειδὴ Ἡγήμανδρος
[Με]νεκράτου τά τε πρὸς θεοὺς εὐσεβῶς ἔχων διατ̣ελ̣[εῖ]
5 π̣οιῶν καὶ τὰ πρὸς τοὺς συνγε̣ν̣εῖς κ̣αὶ πολίτας εὐγε̣-
[νῶς], κ̣αὶ κοινῇ καὶ καθ’ ἱδίαν ἑκάστωι ἑαυτὸν εὔχρησ-
τ̣ον παρεχόμενος ἀπὸ τῆς πρώτης ἡλικίας· ἔτι δὲ καὶ̣
[γ]εγυμνασιαρχηκὼς ἑπτάκι κ̣αὶ λελαμπαδαρχηκὼς
[κ]αὶ τὸν μακρὸν δρόμον νενικηκώς, καὶ ταῦτα πεπρ̣[α]-
10 χ̣ὼς ἀξίως αὑτοῦ τε καὶ ἡμῶν· κατασταθεὶς δ[ὲ]
[κ]αὶ χρυσονόμος τῶν λαμπαδιστῶν τά τε χρή̣μ[α]-
[τ]α συνφυλάσσει καὶ τῶν ἄλλων πάντων πρόνοι-
[α]ν̣ ποιεῖται νυνί τ̣ε ἐπήνγελται Ἑρμῆν τε λίθ[ι]-
[ν]ο̣ν ἀναθήσειν καὶ δραχμὰς διακοσίας δώσειν,
15 [ὅ]π̣ως ἐκδανείζωνται· ἐπήνγελται δὲ καὶ ἕ-
[ως] ἂ̣ν ζῇ ἐκ τῶν ἰδίων τάς τε θυσίας ἐπιτ̣ελέσα[ι]
[καὶ] τὰ Ἑρ̣μαῖα ὑποδέξεσθαι, v δεδόχθαι· Ἡγήμανδ-
[ρον] μὲν ἐπῃνῆσθαι ἐφ’ ᾗ ἔχει αἱρέσει· τοὺς δὲ λαμ̣-
[παδ]ιστὰς καὶ ἀλειφ̣ομένους στεφανῶσαι μὲν̣ [Ἡγή]-
20 [μαν]δ̣ρ̣ον χρυσῶι στεφάνωι ἀπὸ χρυσῶν Ἀλεξ[ανδρ]-
[είω]ν πέντε καὶ εἰκόνι γραπτῇ· ἄγειν δὲ αὐοῦ]
αὶ ἐπ]ώ̣νυμον ἡμέραν· ἡ δὲ ἱερωσύνη ․[— — —]
[— — —] Ἡγημάνδρ̣ου· ἐὰν δὲ Γ̣Γ̣[— — — — —]
[— — — — —]ΙΑΧΟ[— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us