Honorific decree for the phrourarchos Timotheos.  Stele of white marble, broken at the bottom.
[ ] Milesian Isl. — Lepsia Isl. — Prov. unkn. [Patmos, Mon. Ag. Ioannis, Mus.] — ca. 170 BC — ASAA 41-42 (1963-64) 318, 18
See also:
 {²spatium vacuum a. 0,11, in quo est corona
ἔδοξε Μιλησί̣ων τοῖς κατοικοῦσιν
ἐν Λ[ε]ψί̣αι, Θεοκ̣ρ̣ίνη[ς] Χ̣αρμοφάνου̣, Εὐετ[ί]-
ων Φιλισ̣τ̣ίδου, Φ̣ιλιστί̣δ̣ης Θεοκρίνου
ε̣ἶπαν· ἐπειδὴ Τιμόθεος Ἀρήτου γεν̣[ό]-
5 μενος φ̣ρούραρχος ἐν τῶι ἐνι̣αυτῶι
τῶι ἐπὶ στεφανηφόρου Εὐκρ̣άτου κα̣λῶ[ς]
κ̣αὶ δικαίως τῆς τε κατὰ τὸ χωρίον φ̣υλακῆ[ς]
ἐπεμελήθη καὶ τῶν [ἄ]λλω̣ν τῶν ἀνηκόν-
των εἰς τὴν φ̣ρουραρχίαν ἀξίως καὶ συν-
10 φερόντως προεν̣όησε, τῶν τε πολιτῶν v
τοῖς κατοικοῦσιν ἐν Λεψίαι καὶ κοινῆι καὶ̣
ἰ̣δίαι ἀνέγκλητον ἑαυτὸν παρέσχετο· ὅπως
[οὖ]ν̣ καὶ ο<ἱ> κα̣τ̣οικοῦντες ἐν̣ Λεψίαι τ̣ῶν πολι-
[τ]ῶν τὴν αὐ̣τὴν αἵρεσιν ἔχωσιν π<⁶¹ρὸς>⁶¹ Τιμό-
15 [θ]εογ καταξία̣ς τιμὰς ἀποδιδόντες ἧς ἔσ̣-
[χ]ε̣ν̣ εἰς τὸ πλῆ̣θος εὐνοίας, vac. δεδόχθαι τῶ[ι]
[δή]μ̣ωι· ἐπ[ηινῆ]σ̣θαι Τιμόθεον ἀρετῆς ἕνε-
[κ]ε̣ν̣ κ̣[αὶ] δ[ικαιοσ]ύ̣νης <καὶ> ἧς ἔσχεν εὐνοίας εἰς
τ̣[ὸν δῆμ]ο̣[ν τῶν] Λ[εψι]έων, καὶ εἶναι̣ αὐτὸν ἐν ἐπιμ[ε]-
20 [λ]ε̣[ί]α̣ι̣ παρὰ τῶ̣[ι] δ̣ήμωι· στεφανῶσαι δὲ αὐτὸν
[χρυ]σ̣ῶ[ι στ]ε[φ]άν̣ωι ἀπὸ χρυ̣σ̣ῶν Ἀλεξανδρε[ί]-
ω̣ν̣ π̣[έντε]·[ν]α̣[γγ]ε̣ῖλα̣ι̣ δὲ τὸν σ̣τέφ̣ανον̣ ἐν τῆι̣ ἑ̣-
[ορ]τ̣ῆι τ̣[ῆι συντελ]ου̣μένηι τῶ̣ι Ἀπ̣όλλωνι ἐν Λεψ̣[ίαι]
[— —]Λ[— — —]Ι[․]Σ καὶ̣ ἐμ Μ̣ι[λή]τωι ἐν τῶι ἀγ̣[ῶνι]
25 [τῶι Διονυσίων] τραγω̣ιδοῖς· δεδόσθαι σί̣τ̣[ησιν]
[— — — — — — — κα]ὶ τέκνο[ις — — — — —]
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us