Honorific decree for Aristomachos of Miletos.  Intact pedimental stele of gray marble.
[ ] Milesian Isl. — Leros Isl. — Partheni — late 2nd c. BC — Parnassos 10 (1886) 93-94 — ASAA 41-42 (1963-64) 304, 2
See also:
1 ἐπὶ στεφανηφόρου Σωσιστράτου,
μηνὸς Μεταγειτνιῶνος εἰκάδι·
ἔδοξε Λερίων τοῖς κατοικοῦσιν
ἐν Λέρῳ, Μενεκράτης Ἐπιγόνου,
5 Ἡράκλειτος Τιμέου, Φιλιστίδη[ς]
Ἀριστοβούλου εἶπαν· ἐπειδὴ
ριστόμαχος Δρόμωνος κατο[ι]-
[κ]ῶν ἐν τῇ νήσῳ ἐκ πλείονος χρό-
[νο]υ τήν τε ἀναστροφὴν πεποίη-
10 ται μετὰ πάσης εὐταξίας, ἐργα-
ζόμενός τε τὴν κατὰ θάλασσαν
ἐργασίαν εὔχρηστον ἑαυτὸν πα-
ρέχεται πρὸς πάντας̣, ὧν ἄν τι[ς]
χρήαν ἔχων τυνχάνῃ· ὅπως οὖν κα[ὶ]
15 ὁ δῆμος φαίνηται χάριν καὶ τιμὴ[ν]
ἀπονέμων τοῖς τοιούτοις, δεδό-
χθαι Λερίοις τοῖς κατοικοῦσιν ἐν
Λέρῳ· Ἀριστόμαχον μὲν ἐπῃνῆσ-
θαι καὶ εἶναι ἐν ἐπιμελείᾳ παρὰ τῷ
20 πλήθε̣ι· δεδόσθαι δὲ αὐτῷ καὶ ἱ[ε]-
ρῶν μετουσίαν καὶ τῶν λοιπῶν
πάντων, ὧν καὶ Λερίοις μέτεστιν·
ἵνα δὲ φανερὰ διαμένῃ ἥ τε Ἀρισ-
τομάχου προαίρεσις καὶ ἡ τ[οῦ]
25 δήμου εὐχαριστία, τὸ ψήφισμ[α]
τόδε ἀναγράψαι εἰς στήλην [λι]-
θίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸ[ν]
τῆς Παρθένου, τὸ δὲ ἐσόμενον
εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσ[αι]
30 τοὺς χρυσονόμους καὶ ἐν̣γράψ̣α[σ]-
θαι εἰς τὸν λόγον· τὸν δὲ γραμματέ-
α παραλαβόντα τόδε ψήφισμα ἀ-
ναγράψαι εἰς τὰ δημόσια καὶ δια-
φυλάσειν μετὰ τῶν ἄλλων γραμμάτων.
Search Help
Contact Us