Honorific decree for Aristomachos of Miletos. Intact pedimental stele of gray marble.
[ ]
Milesian Isl. — Leros Isl. — Partheni — late 2nd c. BC — Parnassos 10 (1886) 93-94 — ASAA 41-42 (1963-64) 304, 2
See also:
1 | ἐπὶ στεφανηφόρου Σωσιστράτου, |
μηνὸς Μεταγειτνιῶνος εἰκάδι· | |
ἔδοξε Λερίων τοῖς κατοικοῦσιν | |
ἐν Λέρῳ, Μενεκράτης Ἐπιγόνου, | |
5 | Ἡράκλειτος Τιμέου, Φιλιστίδη[ς] |
Ἀριστοβούλου εἶπαν· ἐπειδὴ | |
Ἀριστόμαχος Δρόμωνος κατο[ι]- | |
[κ]ῶν ἐν τῇ νήσῳ ἐκ πλείονος χρό- | |
[νο]υ τήν τε ἀναστροφὴν πεποίη- | |
10 | ται μετὰ πάσης εὐταξίας, ἐργα- |
ζόμενός τε τὴν κατὰ θάλασσαν | |
ἐργασίαν εὔχρηστον ἑαυτὸν πα- | |
ρέχεται πρὸς πάντας̣, ὧν ἄν τι[ς] | |
χρήαν ἔχων τυνχάνῃ· ὅπως οὖν κα[ὶ] | |
15 | ὁ δῆμος φαίνηται χάριν καὶ τιμὴ[ν] |
ἀπονέμων τοῖς τοιούτοις, δεδό- | |
χθαι Λερίοις τοῖς κατοικοῦσιν ἐν | |
Λέρῳ· Ἀριστόμαχον μὲν ἐπῃνῆσ- | |
θαι καὶ εἶναι ἐν ἐπιμελείᾳ παρὰ τῷ | |
20 | πλήθε̣ι· δεδόσθαι δὲ αὐτῷ καὶ ἱ[ε]- |
ρῶν μετουσίαν καὶ τῶν λοιπῶν | |
πάντων, ὧν καὶ Λερίοις μέτεστιν· | |
ἵνα δὲ φανερὰ διαμένῃ ἥ τε Ἀρισ- | |
τομάχου προαίρεσις καὶ ἡ τ[οῦ] | |
25 | δήμου εὐχαριστία, τὸ ψήφισμ[α] |
τόδε ἀναγράψαι εἰς στήλην [λι]- | |
θίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸ[ν] | |
τῆς Παρθένου, τὸ δὲ ἐσόμενον | |
εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσ[αι] | |
30 | τοὺς χρυσονόμους καὶ ἐν̣γράψ̣α[σ]- |
θαι εἰς τὸν λόγον· τὸν δὲ γραμματέ- | |
α παραλαβόντα τόδε ψήφισμα ἀ- | |
ναγράψαι εἰς τὰ δημόσια καὶ δια- | |
φυλάσειν μετὰ τῶν ἄλλων γραμμάτων. |