[ ] Att. — ante 178 p.
1              ἀγαθῇ τύχῃ.
ἐπὶ ἄρχοντος Ἀρ(ρίου) Ἐπαφροδείτου, μηνὸς
Ἐλαφηβολιῶνος ηʹ ἑσταμένου, ἀγορὰν
συνήγαγεν πρώτως ὁ ἀποδειχθεὶς
5 ἱερεὺς ὑπὸ Αὐρ(ηλίου) Νεικομάχου τοῦ ἀνθι-
ερασαμένου ἔτη ιζʹ καὶ ἱερασαμένου
ἔτη κγʹ καὶ παραχωρήσαντος ζῶντος
εἰς κόσμον καὶ δόξαν τοῦ Βακχείου
τῷ κρατίστῳ Κλα(υδίῳ) Ἡρώδῃ, ὑφ’ οὗ ἀνθιερεὺς
10 ἀποδειχθεὶς [ἀν]έγνω δόγματα τῶν
ἱερασαμένων Χρυσίππου καὶ Διονυσίου,
καὶ ἐπαινέσαντος τοῦ ἱερέως καὶ τοῦ ἀρ-
χιβάχχου καὶ τοῦ προστάτου ἐξ(εβόησαν)· "τούτοις
ἀεὶ χρώμεθα", "καλῶς ὁ ἱερεύς", "ἀνάκτησαι
15 [τ]ὰ δόγματα· σοὶ πρέπει", "εὐστάθειαν τῷ
Βακχείῳ καὶ εὐκοσμίαν", "ἐν στήλῃ τὰ δό-
γματα" "ἐπερώτα". ὁ ἱερεὺς εἶπεν· ἐπεὶ καὶ
ἐμοὶ καὶ τοῖς συνιερεῦσί μο[υ] καὶ ὑ-
μεῖν πᾶσιν ἀρέσκει, ὡς ἀξιοῦτ̣ε ἐπε-
20 ρωτήσομεν. καὶ ἐπερώτησεν ὁ πρό-
εδρος Ῥοῦφος Ἀφροδεισίου· ὅτῳ δοκεῖ
κύρια εἶναι τὰ ἀνεγνωσμένα δόγμα-
τα καὶ ἐν στήλῃ ἀναγραφῆναι, ἀράτω
τὴν χεῖρα. πάντες ἐπῆραν. ἐξ(εβόησαν)· "πολλοῖς
25 ἔτεσι τὸν κράτιστον ἱερέα Ἡρώδην"
"νῦν εὐτυχεῖς, νῦν πάντων πρῶτοι
τῶν Βακχείων", "καλῶς ὁ ἀνθιερεύς", "ἡ στή-
λη γενέστω". ὁ ἀνθιερεὺς εἶπε· ἔσται ἡ
στήλη ἐπὶ τοῦ κείονος, καὶ ἀναγραφή-
30 σονται· εὐτονήσουσι γὰρ οἱ προεστῶ-
τες τοῦ μηδὲν αὐτῶν λυθῆναι.
31a   vacat spatium unius versus
32 μηδενὶ ἐξέστω ἰόβακχον εἶναι, ἐὰν μὴ
πρῶτον ἀπογράψηται παρὰ τῷ ἱερεῖ
τὴν νενομισμένην ἀπογραφὴν καὶ
35 δοκιμασθῇ ὑπὸ τῶν ἰοβάκχων ψή-
φῳ, εἰ ἄξιος φαίνοιτο καὶ ἐπιτήδειος
τῷ Βακχείῳ. ἔστω δὲ τὸ ἰσηλύσιον
τῷ μὴ ἀπὸ πατρὸς (δην.) νʹ καὶ σπονδή.
ὁμοίως καὶ οἱ ἀπὸ πατρὸς ἀπογραφέ-
40 σθωσαν ἐπὶ (δην.) κεʹ διδόντες ἡμιφόριον
μέχρις ὅτου πρὸς γυναῖκας ὦσιν.
συνίτωσαν δὲ οἱ ἰόβακχοι τάς τε ἐνά-
τας καὶ τὰς ἀμφιετηρίδας καὶ Βακχεῖ-
α καὶ εἴ τις πρόσκαιρος ἑορτὴ τοῦ θεοῦ,
45 ἕκαστος ἢ λέγων ἢ ποιῶν ἢ φιλοτει-
μούμενος, καταβάλλων μηνιαίαν
τὴν ὁρισθεῖσαν εἰς τὸν οἶνον φοράν·
ἐὰν δὲ μὴ πληροῖ, εἰργέσθω τῆς στιβά-
δος, καὶ εὐτονείτωσαν οἱ τῷ ψηφίσμα-
50 τι ἐνγεγραμμένοι, χωρὶς ἢ ἀποδημίας
ἢ πένθους ἢ νόσου ἢ <εἰ> σφόδρα ἀνανκαῖός
τις ἦν ὁ προσδεχθησόμενος ἰς τὴν στιβά-
δα, κρεινάντων τῶν ἱερέων. ἐὰν δὲ ἰοβάκ-
χου ἀδελφὸς ἰσέρχηται ψήφῳ δοκιμασθείς,
55 διδότω (δην.) νʹ· ἐὰν δὲ ἱερὸς παῖς ἐξωτικὸς καθεσ-
θεὶς ἀναλώσῃ τὰ πρὸς τοὺς θεοὺς καὶ τὸ Βακχεῖον,
ἔστω μετὰ τοῦ πατρὸς ἰόβακχος ἐπὶ μιᾷ
σπονδῇ τοῦ πατρός. vv τῷ δὲ ἀπογραψαμένῳ
καὶ ψηφοφορηθέντι διδότω ὁ ἱερεὺς ἐπισ-
60 τολὴν ὅτι ἐστὶν ἰόβακχος, ἐὰν πρῶτον
δοῖ τῷ ἱερεῖ τὸ ἰσηλύσιον, ἐνγραφομένου
τῇ ἐπιστολῇ τὰ χωρήσαντα εἰς τόδε τι.
οὐδενὶ δὲ ἐξέσται ἐν τῇ στιβάδι οὔτε ᾆσαι
οὔτε θορυβῆσαι οὔτε κροτῆσαι, μετὰ δὲ
65 πάσης εὐκοσμίας καὶ ἡσυχίας τοὺς μερισ-
μοὺς λέγειν καὶ ποιεῖν, προστάσσοντος
τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου. vvvv μηδενὶ
ἐξέστω τῶν ἰοβάκχων τῶν μὴ συντελε-
σάντων εἴς τε τὰς ἐνάτας καὶ ἀμφιετηρί-
70 δας εἰσέρχεσθαι ἰς τὴν στιβάδα μέχρις ἂν
ἐπικριθῇ αὐτῷ ὑπὸ τῶν ἱερέων ἢ ἀπο-
δοῦναι αὐτὸν ἢ ἰσέρχεσθαι. vvv μάχης δὲ
ἐάν τις ἄρξηται ἢ εὑρεθῇ τις ἀκοσμῶν ἢ
ἐπ’ ἀλλοτρίαν κλισίαν ἐρχόμενος ἢ ὑβρί-
75 ζων ἢ λοιδορῶν τινα, ὁ μὲν λοιδορη-
θεὶς ἢ ὑβρισθεὶς παραστανέτω δύο ἐκ
τῶν ἰοβάκχων ἐνόρκους, ὅτι ἤκου-
σαν ὑβριζόμενον ἢ λοιδορούμενον,
καὶ ὁ ὑβρίσας ἢ λοιδορήσας ἀποτιν[νύ]-
80 τω τῷ κοινῷ λεπτοῦ δρ(αχμὰς) κεʹ, ἢ ὁ αἴτιος
γενόμενος τῆς μάχης ἀποτιννύτω
τὰς αὐτὰς δρ(αχμὰς) κεʹ, ἢ μὴ συνίτωσαν ἰς τοὺς
ἰοβάκχους μέχρις ἂν ἀποδῶσιν.
ἐὰν δέ τις ἄχρι πληγῶν ἔλθῃ, ἀπογραφέστω
85 ὁ πληγεὶς πρὸς τὸν ἱερέα ἢ τὸν ἀνθιερέα,
ὁ δὲ ἐπάνανκες ἀγορὰν ἀγέτω, καὶ ψή-
φῳ οἱ ἰόβακχοι κρεινέτωσαν προηγου-
μένου τοῦ ἱερέως, καὶ προστειμάσθω
πρὸς χρόνον μὴ εἰσελθεῖν ὅσον ἂν δό-
90 ξῃ καὶ ἀργυρίου μέχρι (δην.) κεʹ. v ἔστω δὲ
τὰ αὐτὰ ἐπιτείμια καὶ τῷ δαρέντι καὶ
μὴ ἐπεξελθόντι παρὰ τῷ ἱερεῖ ἢ τῷ
ἀρχιβάκχῳ, ἀλλὰ δημοσίᾳ ἐνκαλέσαν-
τι. v ἐπιτείμια δὲ ἔστω τὰ αὐτὰ τῷ εὐκόσ-
95 μῳ μὴ ἐκβαλόντι τοὺς μαχομένους.
εἰ δέ τις τῶν ἰοβάκχων εἰδὼς ἐπὶ τοῦ-
το ἀγορὰν ὀφείλουσαν ἀχθῆναι μὴ ἀ-
παντήσῃ, ἀποτεισάτω τῷ κοινῷ λε-
πτοῦ δρ(αχμὰς) νʹ. ἐὰν δὲ ἀπειθῆι πρασσόμε-
100 νος, ἐξέστω τῷ ταμίᾳ κωλῦσαι αὐτὸν
τῆς εἰσόδου τῆς εἰς τὸ Βακχεῖον μέ-
χρις ἂν ἀποδοῖ. vvvv ἐὰν δέ τις τῶν
εἰσερχομένων τὸ ἰσηλύσιον μὴ
διδοῖ τῷ ἱερεῖ ἢ τῷ ἀνθιερεῖ, εἰργέσ-
105 θω τῆς ἑστιάσεως μέχρις ἂν ἀπο-
δοῖ, καὶ πρασσέσθω ὅτῳ ἂν τρόπῳ
ὁ ἱερεὺς κελεύσῃ. vv μηδεὶς δ’ ἔπος
φωνείτω μὴ ἐπιτρέψαντος τοῦ ἱε-
ρέως ἢ τοῦ ἀνθιερέως ἢ ὑπεύθυνος
110 ἔστω τῷ κοινῶι λεπτοῦ δρ(αχμῶν) λʹ.
ὁ ἱερεὺς δὲ ἐπιτελείτω τὰς ἐθίμους
λιτουργίας στιβάδος καὶ ἀμφιετη-
ρίδος εὐπρεπῶς καὶ τιθέτω τὴν
τῶν καταγωγίων σπονδὴν στι-
115 βάδι μίαν καὶ θεολογίαν, ἣν ἤρ-
ξατο ἐκ φιλοτειμίας ποιεῖν ὁ ἱε-
ρασάμενος Νεικόμαχος. vv ὁ δὲ ἀρχί-
βακχος θυέτω τὴν θυσίαν τῷ
θεῷ καὶ τὴν σπονδὴν τιθέτω
120 κατὰ δεκάτην τοῦ Ἐλαφηβολι-
ῶνος μηνός. vv μερῶν δὲ γεινομέ-
νων αἰρέτω ἱερεύς, ἀνθιερεύς,
ἀρχίβακχος, ταμίας, βουκολικός,
Διόνυσος, Κόρη, Παλαίμων, Ἀφρο-
125 δείτη, Πρωτεύρυθμος. τὰ δὲ ὀνό-
ματα αὐτῶν συνκληρούσθω
πᾶσι. vv ὃς δ’ ἂν τῶν ἰοβάκχων λάχῃ κλῆ-
ρον ἢ τειμὴν ἢ τάξιν, τιθέτω τοῖς ἰο-
βάκχοις σπονδὴν ἀξίαν τῆς τάξεως,
130 γάμων, γεννήσεως, Χοῶν, ἐφηβείας,
πολειτείας, ῥαβδοφορίας, βουλείας, ἀ-
QLOQESI/AS, *PANE/LLHNOS, GEROUSI/AS,
θεσμοθεσίας, ἀρχῆς ἧσδηποτεοῦν,
συνθυσίας, εἰρηναρχίας, ἱερονείκου,
135 καὶ εἴ τίς τι ἐπὶ τὸ κρεῖσσον ἰόβακχος ὢν
τύχοιτο. v εὔκοσμος δὲ κληρούσθω ἢ καθισ-
τάσθω ὑπὸ τοῦ ἱερέως, ἐπιφέρων τῷ ἀκοσ-
μοῦντι ἢ θορυβοῦντι τὸν θύρσον τοῦ θε-
οῦ. vv ᾧ δὲ ἂν παρατεθῇ ὁ θύρσος, ἐπικρεί-
140 ναντος τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου
ἐξερχέσθω τοῦ ἑστιατορείου. v ἐὰν δὲ ἀ-
πειθῇ, αἰρέτωσαν αὐτὸν ἔξω τοῦ πυλῶ-
νος οἱ κατασταθησόμενοι ὑπὸ τῶν
ἱερέων ἵπποι, καὶ ἔστω ὑπεύθυνος
145 τοῖς περὶ τῶν μαχομένων προστεί-
μοις. vv ταμίαν δὲ αἱρείσθωσαν οἱ ἰόβακ-
χοι ψήφῳ εἰς διετίαν, καὶ παραλαμβα-
νέτω πρὸς ἀναγραφὴν τὰ τοῦ Βακχεί-
ου πάντα, καὶ παραδώσει ὁμοίως τῷ
150 μετ’ αὐτὸν ἐσομένῳ ταμίᾳ. παρεχέτω
δὲ οἴκοθεν τὸ θερμόλυχνον τάς τε ἐ-
νάτας καὶ ἀμφιετηρίδα καὶ στιβάδα,
καὶ ὅσαι ἔθιμοι τοῦ θεοῦ ἡμέραι καὶ
τὰς ἀπὸ κλήρων ἢ τειμῶν ἢ τάξε-
155 ων ἡμέρας. vv αἱρείσθω δὲ γραμμα-
τέα, ἐὰν βούληται, τῷ ἰδίῳ κινδύνῳ,
συνκεχωρήσθω δὲ αὐτῷ ἡ ταμιευ-
τικὴ σπονδὴ καὶ ἔστω ἀνείσφορος
τὴν διετίαν. vv ἐὰν δέ τις τελευτή-
160 σῃ ἰόβακχος, γεινέσθω στέφανος αὐ-
τῷ μέχ<ρ>ι (δην.) εʹ, καὶ τοῖς ἐπιταφήσασι τι-
θέσθω οἴνου κεράμιον ἕν, ὁ δὲ μὴ
ἐπιταφήσας εἰργέσθω τοῦ οἴνου.
Search Help
Contact Us