Funerary epigram for Lykourgis, daughter of Diogenes and Kallistrate.  Thick slab of gray limestone, broken on the left.
[ ] Kos Isl. — Phyxa — Mesaria: Ag. Ioannis Chostos — 1st c. AD — R. Herzog, KFF (1899) 111, 169 — W. Peek, GVI I (1955) 1158
See also:
1 [γράμμα]σ̣ι̣ μὲν φωνεῖ Παρία <λ>ίθος, ὅττι Λυκουργὶς̣
[ἐνθά]δε Δειογένευς κεῖμαι ἀποφθιμένα·
[κλειν]ς δ’ ἦ̣ν̣ ὁ̣ π̣α̣τ̣ήρ, Καλλιστράτη ἁ δὲ τεκοῦσα·
[Κλην]αγόρας πινυτ̣ὸς δ’ υἱὸς ὁ Πουλυχάρευς
5 [κ’ Αἰσχ]υλίδος τέκνωσεν ἐμὸν πόσιν ἐσθλὸν ἐν ἀστοῖς
[Που]λυχάρην, λείπω δ’ ἀνέρι τρισσὰ τέκνα,
[στεργ]ομένα στερχθέντι πολὺ πλέον, ὥς μοι ἅπασα
[μάρ]τ̣υς γᾶ Μερόπων ἱμερόεσσα πέλει·
[πρώτ]α μὲν γὰρ ἐμᾶς Καλλιστράτη εἰς ἐρατὸν φῶς
10    [ἤλ]υθ’ ἀπ’ ὠδῖνος κουριδίοιο λέχευς·
[τὰν δ]ὲ μέτ’ ἄρσην μοι κλυτόπαις γένεθ’ υἱὸς ἀμύμων
   [Δει]ογένης, ἁμοῦ πατρὸς ἔχων ὄνομα·
[τῶι δ’] ἔπι μοι χαρίεσσα ποθεινὰ γείνατο κούρα
   [Κλ]ηναγορίς, μελάθροις κάλ’ ἀτιταλλομένα·
15 [εἶτ]ά̣ με νηδύος εἷλε τετάρτα φοίνιος ὠδίς,
   [ἤμ]ατι δὲ τριτάτωι τὸ γλυκὺ φῶς ἔλιπον·
[τοῖα] παθοῦσ’ Ἀΐδαν τὸν ἀμείλιχον ἤλυθον, οἰκτρὰ
   [δακ]ρυτά <τε> τέκνοις καὶ πόσει ἁμετέρωι,
[οὐκ ἐπ]ιδοῦσα θυγατρὸς ἐμᾶς μέλλονθ’ ὑμέναιον,
20    [οὐ χ]λαμύδ’ ὤμοισιν παιδὶ βαλοῦσα καλῶι·
[ἀλλά μ]οι, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρα,
   [ἵλαο]ς ἀντ’ ἐμέθεν σῷζε τέκνων ἀγέλαν
[καὶ παίδ]ω̣ν τὸν ἐμῶν γενέ̣τ̣α̣ν̣ ἐ̣ρατόν μοι ἄεξε
   [ἔνδο]ξον πάτρα̣ι̣, πότνια, Πουλυχάρην.
Search Help
Contact Us