1 | Ξάνθος Λύκιος Γαΐου Ὀ̣ρβίου καθειδρύσατο ἱερ[ὸν τοῦ Μηνὸς] |
Τυράννου, αἱρετίσαντος τ̣ο̣ῦ θεοῦ, ἐπ’ ἀγαθῇ τύχῃ· καὶ [μηθένα] | |
ἀκάθαρτον προσάγειν· καθαριζέστω δὲ ἀπὸ σκ̣όρδων κα[ὶ χοιρέων] | |
κα[ὶ γ]υναικός· λουσαμένους δὲ κατακέφαλα αὐθημερὸν εἰσ[πορεύ]- | |
5 | εσθα<ι>· καὶ ἐκ τῶν γυναικέων διὰ ἑπτὰ ἡμερῶν λουσαμένην κ[ατα]- |
κέφαλα εἰσπορεύεσθαι αὐθημερόν· καὶ ἀπὸ νεκροῦ διὰ ἡμερῶν δ[έκα] | |
καὶ ἀπὸ φθορᾶς ἡμερῶν τετταράκοντα, καὶ μηθένα θυσιάζειν ἄνε[υ] | |
τοῦ καθειδρυσαμένου τὸ ἱερόν· ἐὰν δέ τις βιάσηται, ἀπρόσδεκτος | |
ἡ θυσία παρὰ τοῦ θεοῦ· παρέχειν δὲ καὶ τῶι θεῶι τὸ καθῆκον, δεξιὸν | |
10 | σκέλος καὶ δορὰν καὶ κεφαλὴν καὶ πόδας καὶ στηθύνιον καὶ ἔλαιον |
ἐπὶ βωμὸν καὶ λύχνον καὶ σχίζας καὶ σπονδήν, καὶ εὐείλατος | |
γένοιτ̣ο ὁ θεὸς τοῖς θεραπεύουσιν ἁπλῇ τῇ ψυχῇ· ἐὰν δέ τινα | |
ἀνθρώπινα πάσχῃ ἢ ἀσθενήσῃ ἢ ἀποδημήσῃ που, μηθένα ἀνθρώ- | |
πων ἐξουσίαν ἔχειν, ἐὰν μὴ ὧι ἂν αὐτὸς παραδῶι. ὃς ἂν δὲ πολυ- | |
15 | πραγμονήσῃ τὰ τοῦ θεοῦ ἢ περιεργάσηται, ἁμαρτίαν ὀφειλέτω Μηνὶ |
Τυράννωι, ἣν οὐ μὴ δύνηται ἐξειλάσασθαι. ὁ δὲ θυσιάζων τῇ ἑβδόμῃ | |
τὰ καθήκοντα πάντα ποιείτωι τῶι θεῶι· λαμβανέτωι δὲ τῆς θυσίας ἧς | |
ἂν φέρῃ σκέλος καὶ ὦμον, τὰ δὲ λοιπὰ κατακοπτέτ̣ω <ἐν τῶι> ἱερῶι· εἰ δέ τις | |
〚εἰ δέ τις〛 προσφέρει θυσίαν τῶι θεῶι, ἐγ νουμηνίας μέχρι πεντεκαι- | |
20 | δεκάτης· ἐὰν δέ τις τράπεζαν πληρῶι τῶι θεῶι, λαμβανέτω τὸ ἥμισ[υ]· |
τοὺς δὲ βουλομένους ἔρανον συνάγειν Μηνὶ Τυράννωι ἐπ’ ἀγαθῆι τύ[χηι]. | |
ὁμοίως δὲ παρέξ̣ουσιν οἱ ἐρανισταὶ τὰ καθήκοντα τῶι θεῶι, δε[ξιὸν] | |
σκέλος καὶ δορὰν καὶ κοτύλην ἐλαίου καὶ χοῦν οἴνου καὶ να[στὸν χοινι]- | |
κιαῖον καὶ ἐφίερα τρία καὶ κολλύβων χοίνικες δύο καὶ ἀκρό[αμα, ἐ]- | |
25 | ὰν κατακλιθῶσιν οἱ ἐρανισταὶ καὶ στέφανον καὶ λημνίσ[κον]· |
καὶ εὐείλατος γένοιτο τοῖς ἁπλῶς προσπορευομένοι[ς]. | |
vacat |
IG II²
1366