[ ] Att. — s. I p.
face A front.1        Ξάνθος
       Λύκιος
    καθειδρούσατο
      ἱερὸν τοῦ
5         Μηνὸς
       Τυράννου
αἱρετίσαντος τοῦ θε-
οῦ, ἐπ’ ἀγαθῇ τύχῃ καὶ μη-
θένα ἀκάθαρτον προσάγειν· κα-
1 θαρισζέστω δὲ ἀπὸ σκόρ-
δων καὶ χοιρέων· καὶ μηθένα
θυσιάσζειν ἄνευ̣ τοῦ καθι-
δρουσαμένου· ἐὰν δέ τις βιάση-
5 ται, ἀπρόσδεκτος ἡ θυσία παρὰ
15 τοῦ θεοῦ. παρέχειν δὲ καὶ τῶι
θεῶι τὸ καθῆκον, δεξιὸν σκέ-
λος καὶ δορὰν καὶ ἔλαιον ἐπὶ βω-
μὸν καὶ λύχ<ν>ον καὶ σπονδήν. καὶ
ἀπὸ νεκροῦ καθαρίσζεσται δεκα-
20 τ<αί>αν, ἀπὸ γυναικέων ἑβ<δ>ομαία<ν>,
ἀνδροφόνον μηδὲ περὶ τὸν τό-
πον, ἀπὸ δὲ φθορᾶς τετταρα-
κοσταίαν, ἀπὸ δὲ γυναικὸς λου-
σάμενοι κατακέφαλα αὐθειμε-
25 ρί. εὐίλατος γένοιτο ὁ θεὸς τοῖς
θεραπεύουσιν ἁπλῇ τῇ ψυχῇ.
ἐὰν δέ τινα ἀνθρώπινα πάσχῃ ἢ
ἀσθενήσῃ ἢ ἀποδημήσῃ, θεραπευέ[τω]
τὸν θεὸν ὧι ἂν αὐτὸς παραδῶ̣ι· ὃς ἂν δ[ὲ]
30 πολυπραγμονήσῃ ἢ περιεργάσητα[ι],
ἁμαρτίαν ὀφ[ει]λέτω Μηνὶ Τυράννῳ,
ἣν οὐκ ἐξειλάσεται.  διδότω κε̣-
face B right.12  φαλὴ<ν>
   καὶ
πόδας <καὶ>
15   στηθύ-
   νιον.
Search Help
Contact Us