Funerary epigram of Epharmostos for Antiochos. Column base of white marble, inscribed two times (nos. 2946, I-II).
[ ]
Kos Isl. — Prov. unkn. [Kos, Kastro] — 2nd c. BC — SEG 66.970,I
1 | Ἀντίοχε, κλαίω σε καὶ ἁ πέτρος, ὅττι πρὸ μο[ίρ]α[ς] |
ὥριον ὡς ἄνθος γυμνάδος ἐξ̣ε̣λέγης, | |
ἄλληκτον γενέταισι λιπὼν γόον, οἳ τὸν ἔφηβον | |
στερνοτυπεῖς ὀλοὴν πέμπον ὑπὸ σκοτίην· | |
5 | πᾶσα δὲ κώκυσεν θάνατον πόλις, ἡ γὰρ ἄδηλος |
Μοῖρα τὰ δυσπενθῆ κοινὰ τίθησι πάθη. | |
ἡ δ’ αὐτὴ καὶ ζωὸν ἐν ἠιθέοισιν ἐκόσμει | |
καὶ νέκυν εἰς Ἀΐδην ἐκτερέϊξε χλαμύς. | |
Ἐφαρμόστου. |