[ ]
Att. — stoich. 33 — fin. s. IV a.
1 | θεοί. |
ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Ἐριθασέου π[ρ]- | |
οαγορεύει καὶ ἀπαγορεύει ὑπέρ τε ἑαυτ[οῦ] | |
καὶ τῶν δημ[ο]τῶν καὶ τοῦ δήμου τοῦ Ἀθηνα[ί]- | |
5 | ων μὴ κόπτειν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος μηδὲ [φ]- |
έρει<ν> ξύλα μηδὲ κοῦρον μηδὲ φρύγανα μηδ[ὲ] | |
φυλλό[β]ολα ἐκ τοῦ ἱεροῦ· ἂν δέ τις ληφθεῖ [κ]- | |
όπτων ἢ φέρων τι τῶν ἀ[π]ειρημένων ἐκ τοῦ [ἱ]- | |
εροῦ, ἂν μὲν δοῦλος εἶ ὁ λη[φ]θείς, μαστιγώ[σ]- | |
10 | εται πεντήκοντα πληγὰς καὶ παραδώσει [α]- |
ὐτὸν καὶ τοῦ δεσπότου τοὔνομα ὁ ἱερεὺς [τ]- | |
ῶι βασιλεῖ καὶ τεῖ βουλεῖ κατὰ τὸ ψήφισ[μ]- | |
α τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων· v | |
ἂν δὲ ἐλεύθερος εἶ, θω̣άσει αὐτὸν ὁ ἱερεὺ[ς] | |
15 | μετὰ τοῦ δημάρχου πεντήκοντα δραχμαῖς v |
καὶ παραδώσει τοὔνομα αὐτοῦ τῶι βασιλ[εῖ] | |
καὶ τεῖ βουλεῖ κατὰ τὸ ψήφισμα τῆς βου[λ]- | |
ῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων. vacat | |
vacat 0.08 |